9.69 ἐπείτε δὲ ἀγχοῦ τῶν πολεμίων ἐγίνοντο οἱ Μεγαρέες καὶ Φλειάσιοι , ἀπιδόντες σφέας οἱ τῶν Θηβαίων ἱππόται ἐπειγομένους οὐδένα κόσμον ἤλαυνον ἐπ’ αὐτοὺς τοὺς ἵππους , τῶν ἱππάρχεε Ἀσωπόδωρος Τιμάνδρου , ἐσπεσόντες δὲ κατεστόρεσαν αὐτῶν ἑξακοσίους , τοὺς δὲ λοιποὺς κατήραξαν διώκοντες ἐς τὸν Κιθαιρῶνα .
9.70 οὗτοι μὲν δὴ ἐν οὐδενὶ λόγῳ ἀπώλοντο · οἱ δὲ Πέρσαι καὶ ἄλλος ὅμιλος , ὡς κατέφυγον ἐς τὸ ξύλινον τεῖχος , ἔφθησαν ἐπὶ τοὺς πύργους ἀναβάντες πρὶν τοὺς Λακεδαιμονίους ἀπικέσθαι , ἀναβάντες δὲ ἐφράξαντο ὡς ἠδυνέατο ἄριστα τὸ τεῖχος · προσελθόντων δὲ τῶν Λακεδαιμονίων κατεστήκεέ σφι τειχομαχίη ἐρρωμενεστέρη . ἕως μὲν γὰρ ἀπῆσαν οἱ Ἀθηναῖοι , οἳ δ’ ἠμύνοντο καὶ πολλῷ πλέον εἶχον τῶν Λακεδαιμονίων ὥστε οὐκ ἐπισταμένων τειχομαχέειν · ὡς δέ σφι Ἀθηναῖοι προσῆλθον , οὕτω δὴ ἰσχυρὴ ἐγίνετο τειχομαχίη καὶ χρόνον ἐπὶ πολλόν . τέλος δὲ ἀρετῇ τε καὶ λιπαρίῃ ἐπέβησαν Ἀθηναῖοι τοῦ τείχεος καὶ ἤριπον · τῇ δὴ ἐσεχέοντο οἱ Ἕλληνες . πρῶτοι δὲ ἐσῆλθον Τεγεῆται ἐς τὸ τεῖχος , καὶ τὴν σκηνὴν τὴν Μαρδονίου οὗτοι ἦσαν οἱ διαρπάσαντες , τά τε ἄλλα ἐξ αὐτῆς καὶ τὴν φάτνην τῶν ἵππων ἐοῦσαν χαλκέην πᾶσαν καὶ θέης ἀξίην . τὴν μέν νυν φάτνην ταύτην τὴν Μαρδονίου ἀνέθεσαν ἐς τὸν νηὸν τῆς Ἀλέης Ἀθηναίης Τεγεῆται , τὰ δὲ ἄλλα ἐς τὠυτό , ὅσα περ ἔλαβον , ἐσήνεικαν τοῖσι Ἕλλησι .