9.70 οἱ δὲ βάρβαροι οὐδὲν ἔτι στῖφος ἐποιήσαντο πεσόντος τοῦ τείχεος , οὐδέ τις αὐτῶν ἀλκῆς ἐμέμνητο , ἀλύκταζόν τε οἷα ἐν ὀλίγῳ χώρῳ πεφοβημένοι τε καὶ πολλαὶ μυριάδες κατειλημέναι ἀνθρώπων · παρῆν τε τοῖσι Ἕλλησι φονεύειν οὕτω ὥστε τριήκοντα μυριάδων στρατοῦ , καταδεουσέων τεσσέρων τὰς ἔχων Ἀρτάβαζος ἔφευγε , τῶν λοιπέων μηδὲ τρεῖς χιλιάδας περιγενέσθαι . Λακεδαιμονίων δὲ τῶν ἐκ Σπάρτης ἀπέθανον οἱ πάντες ἐν τῇ συμβολῇ εἷς καὶ ἐνενήκοντα , Τεγεητέων δὲ ἑκκαίδεκα , Ἀθηναίων δὲ δύο καὶ πεντήκοντα .
9.71 ἠρίστευσε δὲ τῶν βαρβάρων πεζὸς μὲν Περσέων , ἵππος δὲ Σακέων , ἀνὴρ δὲ λέγεται Μαρδόνιος · Ἑλλήνων δέ , ἀγαθῶν γενομένων καὶ Τεγεητέων καὶ Ἀθηναίων , ὑπερεβάλοντο ἀρετῇ Λακεδαιμόνιοι . ἄλλῳ μὲν οὐδενὶ ἔχω ἀποσημήνασθαι ʹἅπαντες γὰρ οὗτοι τοὺς κατ’ ἑωυτοὺς ἐνίκων̓ , ὅτι δὲ κατὰ τὸ ἰσχυρότερον προσηνείχθησαν καὶ τούτων ἐκράτησαν . καὶ ἄριστος ἐγένετο μακρῷ Ἀριστόδημος κατὰ γνώμας τὰς ἡμετέρας , ὃς ἐκ Θερμοπυλέων μοῦνος τῶν τριηκοσίων σωθεὶς εἶχε ὄνειδος καὶ ἀτιμίην . μετὰ δὲ τοῦτον ἠρίστευσαν Ποσειδώνιός τε καὶ Φιλοκύων καὶ Ἀμομφάρετος Σπαρτιήτης . καίτοι γενομένης λέσχης ὃς γένοιτο αὐτῶν ἄριστος , ἔγνωσαν οἱ παραγενόμενοι Σπαρτιητέων Ἀριστόδημον μὲν βουλόμενον φανερῶς ἀποθανεῖν ἐκ τῆς παρεούσης οἱ αἰτίης , λυσσῶντά τε καὶ ἐκλείποντα τὴν τάξιν ἔργα ἀποδέξασθαι μεγάλα , Ποσειδώνιον δὲ οὐ βουλόμενον ἀποθνήσκειν ἄνδρα γενέσθαι ἀγαθόν · τοσούτῳ τοῦτον εἶναι ἀμείνω .