9.67 καὶ δὴ οὗτοι μὲν ταύτῃ ἐτράποντο · τῶν δὲ ἄλλων Ἑλλήνων τῶν μετὰ βασιλέος ἐθελοκακεόντων Βοιωτοὶ Ἀθηναίοισι ἐμαχέσαντο χρόνον ἐπὶ συχνόν . οἱ γὰρ μηδίζοντες τῶν Θηβαίων , οὗτοι εἶχον προθυμίην οὐκ ὀλίγην μαχόμενοί τε καὶ οὐκ ἐθελοκακέοντες , οὕτω ὥστε τριηκόσιοι αὐτῶν οἱ πρῶτοι καὶ ἄριστοι ἐνθαῦτα ἔπεσον ὑπὸ Ἀθηναίων . ὡς δὲ ἐτράποντο καὶ οὗτοι , ἔφευγον ἐς τὰς Θήβας , οὐ τῇ περ οἱ Πέρσαι καὶ τῶν ἄλλων συμμάχων πᾶς ὅμιλος , οὔτε διαμαχεσάμενος οὐδενὶ οὔτε τι ἀποδεξάμενος , ἔφευγον .
9.68 δηλοῖ τέ μοι ὅτι πάντα τὰ πρήγματα τῶν βαρβάρων ἤρτητο ἐκ Περσέων , εἰ καὶ τότε οὗτοι πρὶν καὶ συμμῖξαι τοῖσι πολεμίοισι ἔφευγον , ὅτι καὶ τοὺς Πέρσας ὥρων . οὕτω τε πάντες ἔφευγον πλὴν τῆς ἵππου τῆς τε ἄλλης καὶ τῆς Βοιωτίης · αὕτη δὲ τοσαῦτα προσωφέλεε τοὺς φεύγοντας , αἰεί τε πρὸς τῶν πολεμίων ἄγχιστα ἐοῦσα ἀπέργουσά τε τοὺς φιλίους φεύγοντας ἀπὸ τῶν Ἑλλήνων .
9.69 οἳ μὲν δὴ νικῶντες εἵποντο τοὺς Ξέρξεω διώκοντές τε καὶ φονεύοντες . ἐν δὲ τούτῳ τῷ γινομένῳ φόβῳ ἀγγέλλεται τοῖσι ἄλλοισι Ἕλλησι τοῖσι τεταγμένοισι περὶ τὸ Ἥραιον καὶ ἀπογενομένοισι τῆς μάχης , ὅτι μάχη τε γέγονε καὶ νικῷεν οἱ μετὰ Παυσανίεω · οἳ δὲ ἀκούσαντες ταῦτα , οὐδένα κόσμον ταχθέντες , οἱ μὲν ἀμφὶ Κορινθίους ἐτράποντο διὰ τῆς ὑπωρέης καὶ τῶν κολωνῶν τὴν φέρουσαν ἄνω ἰθὺ τοῦ ἱροῦ τῆς Δήμητρος , οἱ δὲ ἀμφὶ Μεγαρέας τε καὶ Φλειασίους διὰ τοῦ πεδίου τὴν λειοτάτην τῶν ὁδῶν .