9.65 θῶμα δέ μοι ὅκως παρὰ τῆς Δήμητρος τὸ ἄλσος μαχομένων οὐδὲ εἷς ἐφάνη τῶν Περσέων οὔτε ἐσελθὼν ἐς τὸ τέμενος οὔτε ἐναποθανών , περί τε τὸ ἱρὸν οἱ πλεῖστοι ἐν τῷ βεβήλῳ ἔπεσον . δοκέω δέ , εἴ τι περὶ τῶν θείων πρηγμάτων δοκέειν δεῖ , θεὸς αὐτή σφεας οὐκ ἐδέκετο ἐμπρήσαντας τὸ ἱρὸν τὸ ἐν Ἐλευσῖνι ἀνάκτορον .
9.66 αὕτη μέν νυν μάχη ἐπὶ τοσοῦτο ἐγένετο . Ἀρτάβαζος δὲ Φαρνάκεος αὐτίκα τε οὐκ ἠρέσκετο κατ’ ἀρχὰς λειπομένου Μαρδονίου ἀπὸ βασιλέος , καὶ τότε πολλὰ ἀπαγορεύων οὐδὲν ἤνυε , συμβάλλειν οὐκ ἐῶν · ἐποίησέ τε αὐτὸς τοιάδε ὡς οὐκ ἀρεσκόμενος τοῖσι πρήγμασι τοῖσι ἐκ Μαρδονίου ποιευμένοισι . τῶν ἐστρατήγεε Ἀρτάβαζος ʹεἶχε δὲ δύναμιν οὐκ ὀλίγην ἀλλὰ καὶ ἐς τέσσερας μυριάδας ἀνθρώπων περὶ ἑωυτόν̓ , τούτους , ὅκως συμβολὴ ἐγίνετο , εὖ ἐξεπιστάμενος τὰ ἔμελλε ἀποβήσεσθαι ἀπὸ τῆς μάχης , ἦγε κατηρτημένως , παραγγείλας κατὰ τὠυτὸ ἰέναι πάντας τῇ ἂν αὐτὸς ἐξηγέηται , ὅκως ἂν αὐτὸν ὁρῶσι σπουδῆς ἔχοντα . ταῦτα παραγγείλας ὡς ἐς μάχην ἦγε δῆθεν τὸν στρατόν . προτερέων δὲ τῆς ὁδοῦ ὥρα καὶ δὴ φεύγοντας τοὺς Πέρσας · οὕτω δὴ οὐκέτι τὸν αὐτὸν κόσμον κατηγέετο , ἀλλὰ τὴν ταχίστην ἐτρόχαζε φεύγων οὔτε ἐς τὸ ξύλινον οὔτε ἐς τὸ Θηβαίων τεῖχος ἀλλ’ ἐς Φωκέας , ἐθέλων ὡς τάχιστα ἐπὶ τὸν Ἑλλήσποντον ἀπικέσθαι .