9.46 ʹ ἐπεὶ τοίνυν ἐς ἠῶ συμβολὴ γίνεται , ὑμέας μὲν χρεόν ἐστι τοὺς Ἀθηναίους στῆναι κατὰ τοὺς Πέρσας , ἡμέας δὲ κατὰ τοὺς Βοιωτούς τε καὶ τοὺς κατ’ ὑμέας τεταγμένους Ἑλλήνων , τῶνδε εἵνεκα · ὑμεῖς ἐπίστασθε τοὺς Μήδους καὶ τὴν μάχην αὐτῶν ἐν Μαραθῶνι μαχεσάμενοι , ἡμεῖς δὲ ἄπειροί τε εἰμὲν καὶ ἀδαέες τούτων τῶν ἀνδρῶν · Σπαρτιητέων γὰρ οὐδεὶς πεπείρηται Μήδων · ἡμεῖς δὲ Βοιωτῶν καὶ Θεσσαλῶν ἔμπειροι εἰμέν . ἀλλ’ ἀναλαβόντας τὰ ὅπλα χρεόν ἐστι ἰέναι ὑμέας ἐς τόδε τὸ κέρας , ἡμέας δὲ ἐς τὸ εὐώνυμον . ʹ πρὸς δὲ ταῦτα εἶπαν οἱ Ἀθηναῖοι τάδε . ʹ καὶ αὐτοῖσι ἡμῖν πάλαι ἀπ’ ἀρχῆς , ἐπείτε εἴδομεν κατ’ ὑμέας τασσομένους τοὺς Πέρσας , ἐν νόῳ ἐγένετο εἰπεῖν ταῦτα τά περ ὑμεῖς φθάντες προφέρετε · ἀλλὰ ἀρρωδέομεν μὴ ὑμῖν οὐκ ἡδέες γένωνται οἱ λόγοι . ἐπεὶ δ’ ὦν αὐτοὶ ἐμνήσθητε , καὶ ἡδομένοισι ἡμῖν οἱ λόγοι γεγόνασι καὶ ἕτοιμοι εἰμὲν ποιέειν ταῦτα . ʹ
9.47 ὡς δ’ ἤρεσκε ἀμφοτέροισι ταῦτα , ἠώς τε διέφαινε καὶ διαλλάσσοντο τὰς τάξις . γνόντες δὲ οἱ Βοιωτοὶ τὸ ποιεύμενον ἐξαγορεύουσι Μαρδονίῳ . δ’ ἐπείτε ἤκουσε , αὐτίκα μετιστάναι καὶ αὐτὸς ἐπειρᾶτο , παράγων τοὺς Πέρσας κατὰ τοὺς Λακεδαιμονίους . ὡς δὲ ἔμαθε τοῦτο τοιοῦτο γινόμενον Παυσανίης , γνοὺς ὅτι οὐ λανθάνει , ὀπίσω ἦγε τοὺς Σπαρτιήτας ἐπὶ τὸ δεξιὸν κέρας · ὣς δὲ οὕτως καὶ Μαρδόνιος ἐπὶ τοῦ εὐωνύμου .