9.45 αὐτός τε γὰρ Ἕλλην γένος εἰμὶ τὠρχαῖον καὶ ἀντ’ ἐλευθέρης δεδουλωμένην οὐκ ἂν ἐθέλοιμι ὁρᾶν τὴν Ἑλλάδα . λέγω δὲ ὦν ὅτι Μαρδονίῳ τε καὶ τῇ στρατιῇ τὰ σφάγια οὐ δύναται καταθύμια γενέσθαι · πάλαι γὰρ ἂν ἐμάχεσθε . νῦν δέ οἱ δέδοκται τὰ μὲν σφάγια ἐᾶν χαίρειν , ἅμ’ ἡμέρῃ δὲ διαφωσκούσῃ συμβολὴν ποιέεσθαι · καταρρώδηκε γὰρ μὴ πλεῦνες συλλεχθῆτε , ὡς ἐγὼ εἰκάζω . πρὸς ταῦτα ἑτοιμάζεσθε . ἢν δὲ ἄρα ὑπερβάληται τὴν συμβολὴν Μαρδόνιος καὶ μὴ ποιέηται , λιπαρέετε μένοντες · ὀλιγέων γάρ σφι ἡμερέων λείπεται σιτία . ἢν δὲ ὑμῖν πόλεμος ὅδε κατὰ νόον τελευτήσῃ , μνησθῆναι τινὰ χρὴ καὶ ἐμεῦ ἐλευθερώσιος πέρι , ὃς Ἑλλήνων εἵνεκα οὕτω ἔργον παράβολον ἔργασμαι ὑπὸ προθυμίης , ἐθέλων ὑμῖν δηλῶσαι τὴν διάνοιαν τὴν Μαρδονίου , ἵνα μὴ ἐπιπέσωσι ὑμῖν ἐξαίφνης οἱ βάρβαροι μὴ προσδεκομένοισί κω . εἰμὶ δὲ Ἀλέξανδρος Μακεδών . ʹ μὲν ταῦτα εἴπας ἀπήλαυνε ὀπίσω ἐς τὸ στρατόπεδον καὶ τὴν ἑωυτοῦ τάξιν .
9.46 οἱ δὲ στρατηγοὶ τῶν Ἀθηναίων ἐλθόντες ἐπὶ τὸ δεξιὸν κέρας ἔλεγον Παυσανίῃ τά περ ἤκουσαν Ἀλεξάνδρου . δὲ τούτῳ τῷ λόγῳ καταρρωδήσας τοὺς Πέρσας ἔλεγε τάδε .