9.48 ἐπεὶ δὲ κατέστησαν ἐς τὰς ἀρχαίας τάξις , πέμψας Μαρδόνιος κήρυκα ἐς τοὺς Σπαρτιήτας ἔλεγε τάδε . ʹ Λακεδαιμόνιοι , ὑμεῖς δὴ λέγεσθε εἶναι ἄνδρες ἄριστοι ὑπὸ τῶν τῇδε ἀνθρώπων , ἐκπαγλεομένων ὡς οὔτε φεύγετε ἐκ πολέμου οὔτε τάξιν ἐκλείπετε , μένοντές τε ἀπόλλυτε τοὺς ἐναντίους αὐτοὶ ἀπόλλυσθε . τῶν δ’ ἄρ’ ἦν οὐδὲν ἀληθές · πρὶν γὰρ συμμῖξαι ἡμέας ἐς χειρῶν τε νόμον ἀπικέσθαι , καὶ δὴ φεύγοντας καὶ στάσιν ἐκλείποντας ὑμέας εἴδομεν , ἐν Ἀθηναίοισί τε τὴν πρόπειραν ποιευμένους αὐτούς τε ἀντία δούλων τῶν ἡμετέρων τασσομένους . ταῦτα οὐδαμῶς ἀνδρῶν ἀγαθῶν ἔργα , ἀλλὰ πλεῖστον δὴ ἐν ὑμῖν ἐψεύσθημεν . προσδεκόμενοι γὰρ κατὰ κλέος ὡς δὴ πέμψετε ἐς ἡμέας κήρυκα προκαλεύμενοι καὶ βουλόμενοι μούνοισι Πέρσῃσι μάχεσθαι , ἄρτιοι ἐόντες ποιέειν ταῦτα οὐδὲν τοιοῦτο λέγοντας ὑμέας εὕρομεν ἀλλὰ πτώσσοντας μᾶλλον . νῦν ὦν ἐπειδὴ οὐκ ὑμεῖς ἤρξατε τούτου τοῦ λόγου , ἀλλ’ ἡμεῖς ἄρχομεν . τί δὴ οὐ πρὸ μὲν τῶν Ἑλλήνων ὑμεῖς , ἐπείτε δεδόξωσθε εἶναι ἄριστοι , πρὸ δὲ τῶν βαρβάρων ἡμεῖς ἴσοι πρὸς ἴσους ἀριθμὸν ἐμαχεσάμεθα ; καὶ ἢν μὲν δοκέῃ καὶ τοὺς ἄλλους μάχεσθαι , οἱ δ’ ὦν μετέπειτα μαχέσθων ὕστεροι · εἰ δὲ καὶ μὴ δοκέοι ἀλλ’ ἡμέας μούνους ἀποχρᾶν , ἡμεῖς δὲ διαμαχεσώμεθα · ὁκότεροι δ’ ἂν ἡμέων νικήσωσι , τούτους τῷ ἅπαντι στρατοπέδῳ νικᾶν . ʹ