9.43 ʹ τὴν δ’ ἐπὶ Θερμώδοντι καὶ Ἀσωπῷ λεχεποίῃ | Ἑλλήνων σύνοδον καὶ βαρβαρόφωνον ἰυγήν , | τῇ πολλοὶ πεσέονται ὑπὲρ λάχεσίν τε μόρον τε | τοξοφόρων Μήδων , ὅταν αἴσιμον ἦμαρ ἐπέλθῃ , ʹ ταῦτα μὲν καὶ παραπλήσια τούτοισι ἄλλα Μουσαίῳ ἔχοντα οἶδα ἐς Πέρσας . δὲ Θερμώδων ποταμὸς ῥέει μεταξὺ Τανάγρης τε καὶ Γλίσαντος .
9.44 μετὰ δὲ τὴν ἐπειρώτησιν τῶν χρησμῶν καὶ παραίνεσιν τὴν ἐκ Μαρδονίου νύξ τε ἐγίνετο καὶ ἐς φυλακὰς ἐτάσσοντο . ὡς δὲ πρόσω τῆς νυκτὸς προελήλατο καὶ ἡσυχίη ἐδόκεε εἶναι ἀνὰ τὰ στρατόπεδα καὶ μάλιστα οἱ ἄνθρωποι εἶναι ἐν ὕπνῳ , τηνικαῦτα προσελάσας ἵππῳ πρὸς τὰς φυλακὰς τὰς Ἀθηναίων Ἀλέξανδρος Ἀμύντεω , στρατηγός τε ἐὼν καὶ βασιλεὺς Μακεδόνων , ἐδίζητο τοῖσι στρατηγοῖσι ἐς λόγους ἐλθεῖν . τῶν δὲ φυλάκων οἱ μὲν πλεῦνες παρέμενον , οἳ δ’ ἔθεον ἐπὶ τοὺς στρατηγούς , ἐλθόντες δὲ ἔλεγον ὡς ἄνθρωπος ἥκοι ἐπ’ ἵππου ἐκ τοῦ στρατοπέδου τοῦ Μήδων , ὃς ἄλλο μὲν οὐδὲν παραγυμνοῖ ἔπος , στρατηγοὺς δὲ ὀνομάζων ἐθέλειν φησὶ ἐς λόγους ἐλθεῖν .
9.45 οἳ δὲ ἐπεὶ ταῦτα ἤκουσαν , αὐτίκα εἵποντο ἐς τὰς φυλακάς · ἀπικομένοισι δὲ ἔλεγε Ἀλέξανδρος τάδε . ʹ ἄνδρες Ἀθηναῖοι , παραθήκην ὑμῖν τὰ ἔπεα τάδε τίθεμαι , ἀπόρρητα ποιεύμενος πρὸς μηδένα λέγειν ὑμέας ἄλλον Παυσανίην , μή με καὶ διαφθείρητε · οὐ γὰρ ἂν ἔλεγον , εἰ μὴ μεγάλως ἐκηδόμην συναπάσης τῆς Ἑλλάδος .