9.42 τούτου δὲ οὕτω δικαιεῦντος ἀντέλεγε οὐδείς , ὥστε ἐκράτεε τῇ γνώμῃ · τὸ γὰρ κράτος εἶχε τῆς στρατιῆς οὗτος ἐκ βασιλέος , ἀλλ’ οὐκ Ἀρτάβαζος . μεταπεμψάμενος ὦν τοὺς ταξιάρχους τῶν τελέων καὶ τῶν μετ’ ἑωυτοῦ ἐόντων Ἑλλήνων τοὺς στρατηγοὺς εἰρώτα εἴ τι εἰδεῖεν λόγιον περὶ Περσέων ὡς διαφθερέονται ἐν τῇ Ἑλλάδι . σιγώντων δὲ τῶν ἐπικλήτων , τῶν μὲν οὐκ εἰδότων τοὺς χρησμούς , τῶν δὲ εἰδότων μὲν ἐν ἀδείῃ δὲ οὐ ποιευμένων τὸ λέγειν , αὐτὸς Μαρδόνιος ἔλεγε ʹ ἐπεὶ τοίνυν ὑμεῖς ἴστε οὐδὲν οὐ τολμᾶτε λέγειν , ἀλλ’ ἐγὼ ἐρέω ὡς εὖ ἐπιστάμενος · ἔστι λόγιον ὡς χρεόν ἐστι Πέρσας ἀπικομένους ἐς τὴν Ἑλλάδα διαρπάσαι τὸ ἱρὸν τὸ ἐν Δελφοῖσι , μετὰ δὲ τὴν διαρπαγὴν ἀπολέσθαι πάντας . ἡμεῖς τοίνυν αὐτὸ τοῦτο ἐπιστάμενοι οὔτε ἴμεν ἐπὶ τὸ ἱρὸν τοῦτο οὔτε ἐπιχειρήσομεν διαρπάζειν , ταύτης τε εἵνεκα τῆς αἰτίης οὐκ ἀπολεόμεθα . ὥστε ὑμέων ὅσοι τυγχάνουσι εὔνοοι ἐόντες Πέρσῃσι , ἥδεσθε τοῦδε εἵνεκα ὡς περιεσομένους ἡμέας Ἑλλήνων . ʹ ταῦτά σφι εἴπας δεύτερα ἐσήμαινε παραρτέεσθαί τε πάντα καὶ εὐκρινέα ποιέεσθαι ὡς ἅμα ἡμέρῃ τῇ ἐπιούσῃ συμβολῆς ἐσομένης .
9.43 τοῦτον δ’ ἔγωγε τὸν χρησμόν , τὸν Μαρδόνιος εἶπε ἐς Πέρσας ἔχειν , ἐς Ἰλλυριούς τε καὶ τὸν Ἐγχελέων στρατὸν οἶδα πεποιημένον , ἀλλ’ οὐκ ἐς Πέρσας . ἀλλὰ τὰ μὲν Βάκιδι ἐς ταύτην τὴν μάχην ἐστὶ πεποιημένα ,