9.41 μέχρι μέν νυν τῶν δέκα ἡμερέων οὐδὲν ἐπὶ πλεῦν ἐγίνετο τούτων · ὡς δὲ ἑνδεκάτη ἐγεγόνεε ἡμέρη ἀντικατημένοισι ἐν Πλαταιῇσι , οἵ τε δὴ Ἕλληνες πολλῷ πλεῦνες ἐγεγόνεσαν καὶ Μαρδόνιος περιημέκτεε τῇ ἕδρῃ , ἐνθαῦτα ἐς λόγους ἦλθον Μαρδόνιός τε Γοβρύεω καὶ Ἀρτάβαζος Φαρνάκεος , ὃς ἐν ὀλίγοισι Περσέων ἦν ἀνὴρ δόκιμος παρὰ Ξέρξῃ . βουλευομένων δὲ αἵδε ἦσαν αἱ γνῶμαι , μὲν Ἀρταβάζου ὡς χρεὸν εἴη ἀναζεύξαντας τὴν ταχίστην πάντα τὸν στρατὸν ἰέναι ἐς τὸ τεῖχος τὸ Θηβαίων , ἔθα σῖτόν τέ σφι ἐσενηνεῖχθαι πολλὸν καὶ χόρτον τοῖσι ὑποζυγίοισι , κατ’ ἡσυχίην τε ἱζομένους διαπρήσσεσθαι ποιεῦντας τάδε · ἔχειν γὰρ χρυσὸν πολλὸν μὲν ἐπίσημον πολλὸν δὲ καὶ ἄσημον , πολλὸν δὲ ἄργυρόν τε καὶ ἐκπώματα · τούτων φειδομένους μηδενὸς διαπέμπειν ἐς τοὺς Ἕλληνας , Ἑλλήνων δὲ μάλιστα ἐς τοὺς προεστεῶτας ἐν τῇσι πόλισι , καὶ ταχέως σφέας παραδώσειν τὴν ἐλευθερίην · μηδὲ ἀνακινδυνεύειν συμβάλλοντας . τούτου μὲν αὐτὴ ἐγίνετο καὶ Θηβαίων γνώμη , ὡς προειδότος πλεῦν τι καὶ τούτου , Μαρδονίου δὲ ἰσχυροτέρη τε καὶ ἀγνωμονεστέρη καὶ οὐδαμῶς συγγινωσκομένη · δοκέειν τε γὰρ πολλῷ κρέσσονα εἶναι τὴν σφετέρην στρατιὴν τῆς Ἑλληνικῆς , συμβάλλειν τε τὴν ταχίστην μηδὲ περιορᾶν συλλεγομένους ἔτι πλεῦνας τῶν συλλελεγμένων , τά τε σφάγια τὰ Ἡγησιστράτου ἐᾶν μηδὲ βιάζεσθαι , ἀλλὰ νόμῳ τῷ Περσέων χρεωμένους συμβάλλειν .