9.39 ἡμέραι δέ σφι ἀντικατημένοισι ἤδη ἐγεγόνεσαν ὀκτώ , ὅτε ταῦτα ἐκεῖνος συνεβούλευε Μαρδονίῳ . δὲ μαθὼν τὴν παραίνεσιν εὖ ἔχουσαν , ὡς εὐφρόνη ἐγένετο , πέμπει τὴν ἵππον ἐς τὰς ἐκβολὰς τὰς Κιθαιρωνίδας αἳ ἐπὶ Πλαταιέων φέρουσι , τὰς Βοιωτοὶ μὲν Τρεῖς κεφαλὰς καλέουσι , Ἀθηναῖοι δὲ Δρυὸς κεφαλάς . πεμφθέντες δὲ οἱ ἱππόται οὐ μάτην ἀπίκοντο · ἐσβάλλοντα γὰρ ἐς τὸ πεδίον λαμβάνουσι ὑποζύγιά τε πεντακόσια , σιτία ἄγοντα ἀπὸ Πελοποννήσου ἐς τὸ στρατόπεδον , καὶ ἀνθρώπους οἳ εἵποντο τοῖσι ζεύγεσι . ἑλόντες δὲ ταύτην τὴν ἄγρην οἱ Πέρσαι ἀφειδέως ἐφόνευον , οὐ φειδόμενοι οὔτε ὑποζυγίου οὐδενὸς οὔτε ἀνθρώπου . ὡς δὲ ἄδην εἶχον κτείνοντες , τὰ λοιπὰ αὐτῶν ἤλαυνον περιβαλόμενοι παρά τε Μαρδόνιον καὶ ἐς τὸ στρατόπεδον .
9.40 μετὰ δὲ τοῦτο τὸ ἔργον ἑτέρας δύο ἡμέρας διέτριψαν , οὐδέτεροι βουλόμενοι μάχης ἄρξαι · μέχρι μὲν γὰρ τοῦ Ἀσωποῦ ἐπήισαν οἱ βάρβαροι πειρώμενοι τῶν Ἑλλήνων , διέβαινον δὲ οὐδέτεροι . μέντοι ἵππος Μαρδονίου αἰεὶ προσέκειτό τε καὶ ἐλύπεε τοὺς Ἕλληνας · οἱ γὰρ Θηβαῖοι , ἅτε μηδίζοντες μεγάλως , προθύμως ἔφερον τὸν πόλεμον καὶ αἰεὶ κατηγέοντο μέχρι μάχης , τὸ δὲ ἀπὸ τούτου παραδεκόμενοι Πέρσαι τε καὶ Μῆδοι μάλα ἔσκον οἳ ἀπεδείκνυντο ἀρετάς .