9.37 ταῦτα δὲ ποιήσας , ὡς φυλασσόμενος ὑπὸ φυλάκων , διορύξας τὸν τοῖχον ἀπέδρη ἐς Τεγέην , τὰς μὲν νύκτας πορευόμενος , τὰς δὲ ἡμέρας καταδύνων ἐς ὕλην καὶ αὐλιζόμενος , οὕτω ὡς Λακεδαιμονίων πανδημεὶ διζημένων τρίτῃ εὐφρόνῃ γενέσθαι ἐν Τεγέη , τοὺς δὲ ἐν θώματι μεγάλῳ ἐνέχεσθαι τῆς τε τόλμης , ὁρῶντας τὸ ἡμίτομον τοῦ ποδὸς κείμενον , κἀκεῖνον οὐ δυναμένους εὑρεῖν . τότε μὲν οὕτω διαφυγὼν Λακεδαιμονίους καταφεύγει ἐς Τεγέην ἐοῦσαν οὐκ ἀρθμίην Λακεδαιμονίοισι τοῦτον τὸν χρόνον · ὑγιὴς δὲ γενόμενος καὶ προσποιησάμενος ξύλινον πόδα κατεστήκεε ἐκ τῆς ἰθέης Λακεδαιμονίοισι πολέμιος . οὐ μέντοι ἔς γε τέλος οἱ συνήνεικε τὸ ἔχθος τὸ ἐς Λακεδαιμονίους συγκεκυρημένον · ἥλω γὰρ μαντευόμενος ἐν Ζακύνθῳ ὑπ’ αὐτῶν καὶ ἀπέθανε .
9.38 μέντοι θάνατος Ἡγησιστράτου ὕστερον ἐγένετο τῶν Πλαταιικῶν , τότε δὲ ἐπὶ τῷ Ἀσωπῷ Μαρδονίῳ μεμισθωμένος οὐκ ὀλίγου ἐθύετό τε καὶ προεθυμέετο κατά τε τὸ ἔχθος τὸ Λακεδαιμονίων καὶ κατὰ τὸ κέρδος . ὡς δὲ οὐκ ἐκαλλιέρεε ὥστε μάχεσθαι οὔτε αὐτοῖσι Πέρσῃσι οὔτε τοῖσι μετ’ ἐκείνων ἐοῦσι Ἑλλήνων ʹεἶχον γὰρ καὶ οὗτοι ἐπ’ ἑωυτῶν μάντιν Ἱππόμαχον Λευκάδιον ἄνδρἀ , ἐπιρρεόντων δὲ τῶν Ἑλλήνων καὶ γινομένων πλεύνων , Τιμηγενίδης Ἕρπυος ἀνὴρ Θηβαῖος συνεβούλευσε Μαρδονίῳ τὰς ἐκβολὰς τοῦ Κιθαιρῶνος φυλάξαι , λέγων ὡς ἐπιρρέουσι οἱ Ἕλληνες αἰεὶ ἀνὰ πᾶσαν ἡμέρην καὶ ὡς ἀπολάμψοιτο συχνούς .