9.35 οἱ δὲ πέντε ἀγῶνες οἵδε ἐγένοντο , εἷς μὲν καὶ πρῶτος οὗτος ἐν Πλαταιῇσι , ἐπὶ δὲ ἐν Τεγέῃ πρὸς Τεγεήτας τε καὶ Ἀργείους γενόμενος , μετὰ δὲ ἐν Διπαιεῦσι πρὸς Ἀρκάδας πάντας πλὴν Μαντινέων , ἐπὶ δὲ Μεσσηνίων πρὸς Ἰθώμῃ , ὕστατος δὲ ἐν Τανάγρῃ πρὸς Ἀθηναίους τε καὶ Ἀργείους γενόμενος · οὗτος δὲ ὕστατος κατεργάσθη τῶν πέντε ἀγώνων .
9.36 οὗτος δὴ τότε τοῖσι Ἕλλησι Τισαμενός , ἀγόντων τῶν Σπαρτιητέων , ἐμαντεύετο ἐν τῇ Πλαταιίδι . τοῖσι μέν νυν Ἕλλησι καλὰ ἐγίνετο τὰ ἱρὰ ἀμυνομένοισι , διαβᾶσι δὲ τὸν Ἀσωπὸν καὶ μάχης ἄρχουσι οὔ .
9.37 Μαρδονίῳ δὲ προθυμεομένῳ μάχης ἄρχειν οὐκ ἐπιτήδεα ἐγίνετο τὰ ἱρά , ἀμυνομένῳ δὲ καὶ τούτῳ καλά . καὶ γὰρ οὗτος Ἑλληνικοῖσι ἱροῖσι ἐχρᾶτο , μάντιν ἔχων Ἡγησίστρατον ἄνδρα Ἠλεῖόν τε καὶ τῶν Τελλιαδέων ἐόντα λογιμώτατον , τὸν δὴ πρότερον τούτων Σπαρτιῆται λαβόντες ἔδησαν ἐπὶ θανάτῳ ὡς πεπονθότες πολλά τε καὶ ἀνάρσια ὑπ’ αὐτοῦ . δὲ ἐν τούτῳ τῷ κακῷ ἐχόμενος , ὥστε τρέχων περὶ τῆς ψυχῆς πρό τε τοῦ θανάτου πεισόμενος πολλά τε καὶ λυγρά , ἔργον ἐργάσατο μέζον λόγου . ὡς γὰρ δὴ ἐδέδετο ἐν ξύλῳ σιδηροδέτῳ , ἐσενειχθέντος κως σιδηρίου ἐκράτησε , αὐτίκα δὲ ἐμηχανᾶτο ἀνδρηιότατον ἔργον πάντων τῶν ἡμεῖς ἴδμεν · σταθμησάμενος γὰρ ὅκως ἐξελεύσεταί οἱ τὸ λοιπὸν τοῦ ποδός , ἀπέταμε τὸν ταρσὸν ἑωυτοῦ .