9.33 Σπαρτιῆται δὲ πρῶτα μὲν ἀκούσαντες δεινὰ ἐποιεῦντο καὶ μετίεσαν τῆς χρησμοσύνης τὸ παράπαν , τέλος δὲ δείματος μεγάλου ἐπικρεμαμένου τοῦ Περσικοῦ τούτου στρατεύματος καταίνεον μετιόντες . δὲ γνοὺς τετραμμένους σφέας οὐδ’ οὕτω ἔτι ἔφη ἀρκέεσθαι τούτοισι μούνοισι , ἀλλὰ δεῖν ἔτι τὸν ἀδελφεὸν ἑωυτοῦ Ἡγίην γίνεσθαι Σπαρτιήτην ἐπὶ τοῖσι αὐτοῖσι λόγοισι τοῖσι καὶ αὐτὸς γίνεται .
9.34 ταῦτα δὲ λέγων οὗτος ἐμιμέετο Μελάμποδα , ὡς εἰκάσαι βασιληίην τε καὶ πολιτηίην αἰτεομένους . καὶ γὰρ δὴ καὶ Μελάμπους τῶν ἐν Ἄργεϊ γυναικῶν μανεισέων , ὥς μιν οἱ Ἀργεῖοι ἐμισθοῦντο ἐκ Πύλου παῦσαι τὰς σφετέρας γυναῖκας τῆς νούσου , μισθὸν προετείνατο τῆς βασιληίης τὸ ἥμισυ . οὐκ ἀνασχομένων δὲ τῶν Ἀργείων ἀλλ’ ἀπιόντων , ὡς ἐμαίνοντο πλεῦνες τῶν γυναικῶν , οὕτω δὴ ὑποστάντες τὰ Μελάμπους προετείνατο ἤισαν δώσοντές οἱ ταῦτα . δὲ ἐνθαῦτα δὴ ἐπορέγεται ὁρέων αὐτοὺς τετραμμένους , φάς , ἢν μὴ καὶ τῷ ἀδελφεῷ Βίαντι μεταδῶσι τὸ τριτημόριον τῆς βασιληίης , οὐ ποιήσειν τὰ βούλονται . οἱ δὲ Ἀργεῖοι ἀπειληθέντες ἐς στεινὸν καταινέουσι καὶ ταῦτα .
9.35 ὣς δὲ καὶ Σπαρτιῆται , ἐδέοντο γὰρ δεινῶς τοῦ Τισαμενοῦ , πάντως συνεχώρεόν οἱ . συγχωρησάντων δὲ καὶ ταῦτα τῶν Σπαρτιητέων , οὕτω δὴ πέντε σφι μαντευόμενος ἀγῶνας τοὺς μεγίστους Τισαμενὸς Ἠλεῖος , γενόμενος Σπαρτιήτης , συγκαταιρέει . μοῦνοι δὲ δὴ πάντων ἀνθρώπων ἐγένοντο οὗτοι Σπαρτιήτῃσι πολιῆται .