9.32 τούτους δὲ ἔτι ἐν Φαλήρῳ ἐὼν ἀπὸ τῶν νεῶν ἀπεβιβάσατο ἐόντας ἐπιβάτας · οὐ γὰρ ἐτάχθησαν ἐς τὸν πεζὸν τὸν ἅμα Ξέρξῃ ἀπικόμενον ἐς Ἀθήνας Αἰγύπτιοι . τῶν μὲν δὴ βαρβάρων ἦσαν τριήκοντα μυριάδες , ὡς καὶ πρότερον δεδήλωται · τῶν δὲ Ἑλλήνων τῶν Μαρδονίου συμμάχων οἶδε μὲν οὐδεὶς ἀριθμόν · οὐ γὰρ ὦν ἠριθμήθησαν · ὡς δὲ ἐπεικάσαι , ἐς πέντε μυριάδας συλλεγῆναι εἰκάζω . οὗτοι οἱ παραταχθέντες πεζοὶ ἦσαν , δὲ ἵππος χωρὶς ἐτέτακτο .
9.33 ὡς δὲ ἄρα πάντες οἱ ἐτετάχατο κατὰ ἔθνεα καὶ κατὰ τέλεα , ἐνθαῦτα τῇ δευτέρῃ ἐθύοντο καὶ ἀμφότεροι . Ἕλλησι μὲν Τισαμενὸς Ἀντιόχου ἦν θυόμενος · οὗτος γὰρ δὴ εἵπετο τῷ στρατεύματι τούτῳ μάντις · τὸν ἐόντα Ἠλεῖον καὶ γένεος τοῦ Ἰαμιδέων [ Κλυτιάδην ] Λακεδαιμόνιοι ἐποιήσαντο λεωσφέτερον . Τισαμενῷ γὰρ μαντευομένῳ ἐν Δελφοῖσι περὶ γόνου ἀνεῖλε Πυθίη ἀγῶνας τοὺς μεγίστους ἀναιρήσεσθαι πέντε . μὲν δὴ ἁμαρτὼν τοῦ χρηστηρίου προσεῖχε γυμνασίοισι ὡς ἀναιρησόμενος γυμνικοὺς ἀγῶνας , ἀσκέων δὲ πεντάεθλον παρὰ ἓν πάλαισμα ἔδραμε νικᾶν Ὀλυμπιάδα , Ἱερωνύμῳ τῷ Ἀνδρίῳ ἐλθὼν ἐς ἔριν . Λακεδαιμόνιοι δὲ μαθόντες οὐκ ἐς γυμνικοὺς ἀλλ’ ἐς ἀρηίους ἀγῶνας φέρον τὸ Τισαμενοῦ μαντήιον , μισθῷ ἐπειρῶντο πείσαντες Τισαμενὸν ποιέεσθαι ἅμα Ἡρακλειδέων τοῖσι βασιλεῦσι ἡγεμόνα τῶν πολέμων . δὲ ὁρέων περὶ πολλοῦ ποιευμένους Σπαρτιήτας φίλον αὐτὸν προσθέσθαι , μαθὼν τοῦτο ἀνετίμα , σημαίνων σφι ὡς ἤν μιν πολιήτην σφέτερον ποιήσωνται τῶν πάντων μεταδιδόντες , ποιήσει ταῦτα , ἐπ’ ἄλλῳ μισθῷ δ’ οὔ .