9.31 μετὰ δὲ Βακτρίους ἔστησε Ἰνδούς · οὗτοι δὲ ἐπέσχον Ἑρμιονέας τε καὶ Ἐρετριέας καὶ Στυρέας τε καὶ Χαλκιδέας . Ἰνδῶν δὲ ἐχομένους Σάκας ἔταξε , οἳ ἐπέσχον Ἀμπρακιήτας τε καὶ Ἀνακτορίους καὶ Λευκαδίους καὶ Παλέας καὶ Αἰγινήτας . Σακέων δὲ ἐχομένους ἔταξε ἀντία Ἀθηναίων τε καὶ Πλαταιέων καὶ Μεγαρέων Βοιωτούς τε καὶ Λοκροὺς καὶ Μηλιέας τε καὶ Θεσσαλοὺς καὶ Φωκέων τοὺς χιλίους · οὐ γὰρ ὦν ἅπαντες οἱ Φωκέες ἐμήδισαν , ἀλλὰ τινὲς αὐτῶν καὶ τὰ Ἑλλήνων ηὖξον περὶ τὸν Παρνησσὸν κατειλημένοι , καὶ ἐνθεῦτεν ὁρμώμενοι ἔφερόν τε καὶ ἦγον τήν τε Μαρδονίου στρατιὴν καὶ τοὺς μετ’ αὐτοῦ ἐόντας Ἑλλήνων . ἔταξε δὲ καὶ Μακεδόνας τε καὶ τοὺς περὶ Θεσσαλίην οἰκημένους κατὰ τοὺς Ἀθηναίους .
9.32 ταῦτα μὲν τῶν ἐθνέων τὰ μέγιστα ὠνόμασται τῶν ὑπὸ Μαρδονίου ταχθέντων , τά περ ἐπιφανέστατά τε ἦν καὶ λόγου πλείστου · ἐνῆσαν δὲ καὶ ἄλλων ἐθνέων ἄνδρες ἀναμεμιγμένοι , Φρυγῶν τε καὶ Θρηίκων καὶ Μυσῶν τε καὶ Παιόνων καὶ τῶν ἄλλων , ἐν δὲ καὶ Αἰθιόπων τε καὶ Αἰγυπτίων οἵ τε Ἑρμοτύβιες καὶ οἱ Καλασίριες καλεόμενοι μαχαιροφόροι , οἵ περ εἰσὶ Αἰγυπτίων μοῦνοι μάχιμοι .