9.21 ʹ Μεγαρέες λέγουσι · ἡμεῖς , ἄνδρες σύμμαχοι , οὐ δυνατοί εἰμεν τὴν Περσέων ἵππον δέκεσθαι μοῦνοι , ἔχοντες στάσιν ταύτην ἐς τὴν ἔστημεν ἀρχήν · ἀλλὰ καὶ ἐς τόδε λιπαρίῃ τε καὶ ἀρετῇ ἀντέχομεν καίπερ πιεζόμενοι . νῦν τε εἰ μή τινας ἄλλους πέμψετε διαδόχους τῆς τάξιος , ἴστε ἡμέας ἐκλείψοντας τὴν τάξιν . ʹ μὲν δή σφι ταῦτα ἀπήγγελλε , Παυσανίης δὲ ἀποπειρᾶτο τῶν Ἑλλήνων εἴ τινες ἐθέλοιεν ἄλλοι ἐθελονταὶ ἰέναι τε ἐς τὸν χῶρον τοῦτον καὶ τάσσεσθαι διάδοχοι Μεγαρεῦσι . οὐ βουλομένων δὲ τῶν ἄλλων Ἀθηναῖοι ὑπεδέξαντο καὶ Ἀθηναίων οἱ τριηκόσιοι λογάδες , τῶν ἐλοχήγεε Ὀλυμπιόδωρος Λάμπωνος .
9.22 οὗτοι ἦσαν οἵ τε ὑποδεξάμενοι καὶ οἱ πρὸ τῶν ἄλλων τῶν παρεόντων Ἑλλήνων ἐς Ἐρυθρὰς ταχθέντες , τοὺς τοξότας προσελόμενοι . μαχομένων δὲ σφέων ἐπὶ χρόνον τέλος τοιόνδε ἐγένετο τῆς μάχης . προσβαλλούσης τῆς ἵππου κατὰ τέλεα , Μασιστίου προέχων τῶν ἄλλων ἵππος βάλλεται τοξεύματι τὰ πλευρά , ἀλγήσας δὲ ἵσταταί τε ὀρθὸς καὶ ἀποσείεται τὸν Μασίστιον · πεσόντι δὲ αὐτῷ οἱ Ἀθηναῖοι αὐτίκα ἐπεκέατο . τόν τε δὴ ἵππον αὐτοῦ λαμβάνουσι καὶ αὐτὸν ἀμυνόμενον κτείνουσι , κατ’ ἀρχὰς οὐ δυνάμενοι . ἐνεσκεύαστο γὰρ οὕτω · ἐντὸς θώρηκα εἶχε χρύσεον λεπιδωτόν , κατύπερθε δὲ τοῦ θώρηκος κιθῶνα φοινίκεον ἐνεδεδύκεε . τύπτοντες δὲ ἐς τὸν θώρηκα ἐποίευν οὐδέν , πρίν γε δὴ μαθών τις τὸ ποιεύμενον παίει μιν ἐς τὸν ὀφθαλμόν . οὕτω δὴ ἔπεσέ τε καὶ ἀπέθανε .