9.22 ταῦτα δέ κως γινόμενα ἐλελήθεε τοὺς ἄλλους ἱππέας · οὔτε γὰρ πεσόντα μιν εἶδον ἀπὸ τοῦ ἵππου οὔτε ἀποθνήσκοντα , ἀναχωρήσιός τε γινομένης καὶ ὑποστροφῆς οὐκ ἔμαθον τὸ γινόμενον . ἐπείτε δὲ ἔστησαν , αὐτίκα ἐπόθεσαν , ὥς σφεας οὐδεὶς ἦν τάσσων μαθόντες δὲ τὸ γεγονός , διακελευσάμενοι ἤλαυνον τοὺς ἵππους πάντες , ὡς ἂν τὸν νεκρὸν ἀνελοίατο .
9.23 ἰδόντες δὲ οἱ Ἀθηναῖοι οὐκέτι κατὰ τέλεα προσελαύνοντας τοὺς ἱππέας ἀλλὰ πάντας , τὴν ἄλλην στρατιὴν ἐπεβώσαντο . ἐν δὲ πεζὸς ἅπας ἐβοήθεε , ἐν τούτῳ μάχη ὀξέα περὶ τοῦ νεκροῦ γίνεται . ἕως μέν νυν μοῦνοι ἦσαν οἱ τριηκόσιοι , ἑσσοῦντό τε πολλὸν καὶ τὸν νεκρὸν ἀπέλειπον · ὡς δέ σφι τὸ πλῆθος ἐπεβοήθησε , οὕτω δὴ οὐκέτι οἱ ἱππόται ὑπέμενον οὐδέ σφι ἐξεγένετο τὸν νεκρὸν ἀνελέσθαι , ἀλλὰ πρὸς ἐκείνῳ ἄλλους προσαπώλεσαν τῶν ἱππέων . ἀποστήσαντες ὦν ὅσον τε δύο στάδια ἐβουλεύοντο τι χρεὸν εἴη ποιέειν · ἐδόκεε δέ σφι ἀναρχίης ἐούσης ἀπελαύνειν παρὰ Μαρδόνιον .
9.24 ἀπικομένης δὲ τῆς ἵππου ἐς τὸ στρατόπεδον πένθος ἐποιήσαντο Μασιστίου πᾶσά τε στρατιὴ καὶ Μαρδόνιος μέγιστον , σφέας τε αὐτοὺς κείροντες καὶ τοὺς ἵππους καὶ τὰ ὑποζύγια οἰμωγῇ τε χρεώμενοι ἀπλέτῳ · ἅπασαν γὰρ τὴν Βοιωτίην κατεῖχε ἠχὼ ὡς ἀνδρὸς ἀπολομένου μετά γε Μαρδόνιον λογιμωτάτου παρά τε Πέρσῃσι καὶ βασιλέι .