9.19 Λακεδαιμόνιοι δὲ ὡς ἐς τὸν Ἰσθμὸν ἦλθον , ἐν τούτῳ ἐστρατοπεδεύοντο . πυνθανόμενοι δὲ ταῦτα οἱ λοιποὶ Πελοποννήσιοι τοῖσι τὰ ἀμείνω ἑάνδανε , οἳ δὲ καὶ ὁρῶντες ἐξιόντας Σπαρτιήτας , οὐκ ἐδικαίευν λείπεσθαι τῆς ἐξόδου Λακεδαιμονίων . ἐκ δὴ ὦν τοῦ Ἰσθμοῦ καλλιερησάντων τῶν ἱρῶν ἐπορεύοντο πάντες καὶ ἀπικνέονται ἐς Ἐλευσῖνα · ποιήσαντες δὲ καὶ ἐνθαῦτα ἱρά , ὥς σφι ἐκαλλιέρεε , τὸ πρόσω ἐπορεύοντο , Ἀθηναῖοι δὲ ἅμα αὐτοῖσι , διαβάντες μὲν ἐκ Σαλαμῖνος , συμμιγέντες δὲ ἐν Ἐλευσῖνι . ὡς δὲ ἄρα ἀπίκοντο τῆς Βοιωτίης ἐς Ἐρυθράς , ἔμαθόν τε δὴ τοὺς βαρβάρους ἐπὶ τῷ Ἀσωπῷ στρατοπεδευομένους , φρασθέντες δὲ τοῦτο ἀντετάσσοντο ἐπὶ τῆς ὑπωρέης τοῦ Κιθαιρῶνος .
9.20 Μαρδόνιος δέ , ὡς οὐ κατέβαινον οἱ Ἕλληνες ἐς τὸ πεδίον , πέμπει ἐς αὐτοὺς πᾶσαν τὴν ἵππον , τῆς ἱππάρχεε Μασίστιος εὐδοκιμέων παρὰ Πέρσῃσι , τὸν Ἕλληνες Μακίστιον καλέουσι , ἵππον ἔχων Νησαῖον χρυσοχάλινον καὶ ἄλλως κεκοσμημένον καλῶς . ἐνθαῦτα ὡς προσήλασαν οἱ ἱππόται πρὸς τοὺς Ἕλληνας , προσέβαλλον κατὰ τέλεα , προσβάλλοντες δὲ κακὰ μεγάλα ἐργάζοντο καὶ γυναῖκας σφέας ἀπεκάλεον .
9.21 κατὰ συντυχίην δὲ Μεγαρέες ἔτυχον ταχθέντες τῇ τε ἐπιμαχώτατον ἦν τοῦ χωρίου παντός , καὶ πρόσοδος μάλιστα ταύτῃ ἐγίνετο τῇ ἵππῳ . προσβαλλούσης ὦν τῆς ἵππου οἱ Μεγαρέες πιεζόμενοι ἔπεμπον ἐπὶ τοὺς στρατηγοὺς τῶν Ἑλλήνων κήρυκα , ἀπικόμενος δὲ κῆρυξ πρὸς αὐτοὺς ἔλεγε τάδε .