9.17 ἔνθα δή σφι στρατηγὸς Ἁρμοκύδης παραίνεε λέγων τοιάδε . ʹ Φωκέες , πρόδηλα γὰρ ὅτι ἡμέας οὗτοι οἱ ἄνθρωποι μέλλουσι προόπτῳ θανάτῳ δώσειν , διαβεβλημένους ὑπὸ Θεσσαλῶν , ὡς ἐγὼ εἰκάζω · νῦν ἄνδρα πάντα τινὰ ὑμέων χρεόν ἐστι γενέσθαι ἀγαθόν · κρέσσον γὰρ ποιεῦντάς τι καὶ ἀμυνομένους τελευτῆσαι τὸν αἰῶνα περ παρέχοντας διαφθαρῆναι αἰσχίστῳ μόρῳ . ἀλλὰ μαθέτω τις αὐτῶν ὅτι ἐόντες βάρβαροι ἐπ’ Ἕλλησι ἀνδράσι φόνον ἔρραψαν . ʹ
9.18 μὲν ταῦτα παραίνεε · οἱ δὲ ἱππέες ἐπεί σφεας ἐκυκλώσαντο , ἐπήλαυνον ὡς ἀπολέοντες , καὶ δὴ διετείνοντο τὰ βέλεα ὡς ἀπήσοντες , καὶ κού τις καὶ ἀπῆκε . καὶ οἳ ἀντίοι ἔστησαν πάντῃ συστρέψαντες ἑωυτοὺς καὶ πυκνώσαντες ὡς μάλιστα . ἐνθαῦτα οἱ ἱππόται ὑπέστρεφον καὶ ἀπήλαυνον ὀπίσω . οὐκ ἔχω δ’ ἀτρεκέως εἰπεῖν οὔτε εἰ ἦλθον μὲν ἀπολέοντες τοὺς Φωκέας δεηθέντων Θεσσαλῶν , ἐπεὶ δὲ ὥρων πρὸς ἀλέξησιν τραπομένους , δείσαντες μὴ καὶ σφίσι γένηται τρώματα , οὕτω δὴ ἀπήλαυνον ὀπίσω · ὣς γάρ σφι ἐνετείλατο Μαρδόνιος · οὔτ’ εἰ αὐτῶν πειρηθῆναι ἠθέλησε εἴ τι ἀλκῆς μετέχουσι . ὡς δὲ ὀπίσω ἀπήλασαν οἱ ἱππόται , πέμψας Μαρδόνιος κήρυκα ἔλεγε τάδε . ʹ θαρσέετε Φωκέες · ἄνδρες γὰρ ἐφάνητε ἐόντες ἀγαθοί , οὐκ ὡς ἐγὼ ἐπυνθανόμην . καὶ νῦν προθύμως φέρετε τὸν πόλεμον τοῦτον · εὐεργεσίῃσι γὰρ οὐ νικήσετε οὔτ’ ὦν ἐμὲ οὔτε βασιλέα . ʹ τὰ περὶ Φωκέων μὲν ἐς τοσοῦτο ἐγένετο .