9.16 αὐτὸς δὲ θωμάσας τὸν λόγον εἰπεῖν πρὸς αὐτὸν ʹ οὐκῶν Μαρδονίῳ τε ταῦτα χρεόν ἐστι λέγειν καὶ τοῖσι μετ’ ἐκεῖνον ἐν αἴνῃ ἐοῦσι Περσέων ; ʹ τὸν δὲ μετὰ ταῦτα εἰπεῖν ʹ ξεῖνε , τι δεῖ γενέσθαι ἐκ τοῦ θεοῦ ἀμήχανον ἀποτρέψαι ἀνθρώπῳ · οὐδὲ γὰρ πιστὰ λέγουσι ἐθέλει πείθεσθαι οὐδείς . ταῦτα δὲ Περσέων συχνοὶ ἐπιστάμενοι ἑπόμεθα ἀναγκαίῃ ἐνδεδεμένοι , ἐχθίστη δὲ ὀδύνη ἐστὶ τῶν ἐν ἀνθρώποισι αὕτη , πολλὰ φρονέοντα μηδενὸς κρατέειν . ʹ ταῦτα μὲν Ὀρχομενίου Θερσάνδρου ἤκουον , καὶ τάδε πρὸς τούτοισι , ὡς αὐτὸς αὐτίκα λέγοι ταῦτα πρὸς ἀνθρώπους πρότερον γενέσθαι ἐν Πλαταιῇσι τὴν μάχην .
9.17 Μαρδονίου δὲ ἐν τῇ Βοιωτίῃ στρατοπεδευομένου οἱ μὲν ἄλλοι παρείχοντο ἅπαντες στρατιὴν καὶ συνεσέβαλον ἐς Ἀθήνας , ὅσοι περ ἐμήδιζον Ἑλλήνων τῶν ταύτῃ οἰκημένων , μοῦνοι δὲ Φωκέες οὐ συνεσέβαλον ʹἐμήδιζον γὰρ δὴ σφόδρα καὶ οὗτοἰ οὐκ ἑκόντες ἀλλ’ ὑπ’ ἀναγκαίης . ἡμέρῃσι δὲ οὐ πολλῇσι μετὰ τὴν ἄπιξιν τὴν ἐς Θήβας ὕστερον ἦλθον αὐτῶν ὁπλῖται χίλιοι , ἦγε δὲ αὐτοὺς Ἁρμοκύδης ἀνὴρ τῶν ἀστῶν δοκιμώτατος . ἐπεὶ δὲ ἀπίκατο καὶ οὗτοι ἐς Θήβας , πέμψας Μαρδόνιος ἱππέας ἐκέλευσε σφέας ἐπ’ ἑωυτῶν ἐν τῷ πεδίῳ ἵζεσθαι . ἐπεὶ δὲ ἐποίησαν ταῦτα , αὐτίκα παρῆν ἵππος ἅπασα . μετὰ δὲ ταῦτα διεξῆλθε μὲν διὰ τοῦ στρατοπέδου τοῦ Ἑλληνικοῦ τοῦ μετὰ Μήδων ἐόντος φήμη ὡς κατακοντιεῖ σφεας , διεξῆλθε δὲ δι’ αὐτῶν Φωκέων τὠυτὸ τοῦτο .