9.15 παρῆκε δὲ αὐτοῦ τὸ στρατόπεδον ἀρξάμενον ἀπὸ Ἐρυθρέων παρὰ Ὑσιάς , κατέτεινε δὲ ἐς τὴν Πλαταιίδα γῆν , παρὰ τὸν Ἀσωπὸν ποταμὸν τεταγμένον . οὐ μέντοι τό γε τεῖχος τοσοῦτο ἐποιέετο , ἁλλ’ ὡς ἐπὶ δέκα σταδίους μάλιστά κῃ μέτωπον ἕκαστον .
9.16 ἐχόντων δὲ τὸν πόνον τοῦτον τῶν βαρβάρων , Ἀτταγῖνος Φρύνωνος ἀνὴρ Θηβαῖος παρασκευασάμενος μεγάλως ἐκάλεε ἐπὶ ξείνια αὐτόν τε Μαρδόνιον καὶ πεντήκοντα Περσέων τοὺς λογιμωτάτους , κληθέντες δὲ οὗτοι εἵποντο · ἦν δὲ τὸ δεῖπνον ποιεύμενον ἐν Θήβῃσι . τάδε δὲ ἤδη τὰ ἐπίλοιπα ἤκουον Θερσάνδρου ἀνδρὸς μὲν Ὀρχομενίου , λογίμου δὲ ἐς τὰ πρῶτα ἐν Ὀρχομενῷ . ἔφη δὲ Θέρσανδρος κληθῆναι καὶ αὐτὸς ὑπὸ Ἀτταγίνου ἐπὶ τὸ δεῖπνον τοῦτο , κληθῆναι δὲ καὶ Θηβαίων ἄνδρας πεντήκοντα , καί σφεων οὐ χωρὶς ἑκατέρους κλῖναι , ἀλλὰ Πέρσην τε καὶ Θηβαῖον ἐν κλίνῃ ἑκάστῃ . ὡς δὲ ἀπὸ δείπνου ἦσαν , διαπινόντων τὸν Πέρσην τὸν ὁμόκλινον Ἑλλάδα γλῶσσαν ἱέντα εἰρέσθαι αὐτὸν ὁποδαπός ἐστι , αὐτὸς δὲ ὑποκρίνασθαι ὡς εἴη Ὀρχομένιος . τὸν δὲ εἰπεῖν ʹ ἐπεὶ νῦν ὁμοτράπεζός τέ μοι καὶ ὁμόσπονδος ἐγένεο , μνημόσυνά τοι γνώμης τῆς ἐμῆς καταλιπέσθαι θέλω , ἵνα καὶ προειδὼς αὐτὸς περὶ σεωυτοῦ βουλεύεσθαι ἔχῃς τὰ συμφέροντα . ὁρᾷς τούτους τοὺς δαινυμένους Πέρσας καὶ τὸν στρατὸν τὸν ἐλίπομεν ἐπὶ τῷ ποταμῷ στρατοπεδευόμενον · τούτων πάντων ὄψεαι ὀλίγου τινὸς χρόνου διελθόντος ὀλίγους τινὰς τοὺς περιγενομένους . ʹ ταῦτα ἅμα τε τὸν Πέρσην λέγειν καὶ μετιέναι πολλὰ τῶν δακρύων .