9.13 ἐξήλαυνε δὲ τῶνδε εἵνεκεν , ὅτι οὔτε ἱππασίμη χώρη ἦν Ἀττική , εἴ τε νικῷτο συμβαλών , ἀπάλλαξις οὐκ ἦν ὅτι μὴ κατὰ στεινόν , ὥστε ὀλίγους σφέας ἀνθρώπους ἴσχειν . ἐβουλεύετο ὦν ἐπαναχωρήσας ἐς τὰς Θήβας συμβαλεῖν πρὸς πόλι τε φιλίῃ καὶ χώρῃ ἱππασίμῳ .
9.14 Μαρδόνιος μὲν δὴ ὑπεξεχώρεε , ἤδη δὲ ἐν τῇ ὁδῷ ἐόντι αὐτῷ ἦλθε ἀγγελίη πρόδρομον ἄλλην στρατιὴν ἥκειν ἐς Μέγαρα , Λακεδαιμονίων χιλίους · πυθόμενος δὲ ταῦτα ἐβουλεύετο θέλων εἴ κως τούτους πρῶτον ἕλοι . ὑποστρέψας δὲ τὴν στρατιὴν ἦγε ἐπὶ τὰ Μέγαρα · δὲ ἵππος προελθοῦσα κατιππάσατο χώρην τὴν Μεγαρίδα . ἐς ταύτην δὴ ἑκαστάτω τῆς Εὐρώπης τὸ πρὸς ἡλίου δύνοντος Περσικὴ αὕτη στρατιὴ ἀπίκετο .
9.15 μετὰ δὲ ταῦτα Μαρδονίῳ ἦλθε ἀγγελίη ὡς ἁλέες εἴησαν οἱ Ἕλληνες ἐν τῷ Ἰσθμῷ . οὕτω δὴ ὀπίσω ἐπορεύετο διὰ Δεκελέης · οἱ γὰρ βοιωτάρχαι μετεπέμψαντο τοὺς προσχώρους τῶν Ἀσωπίων , οὗτοι δὲ αὐτῷ τὴν ὁδὸν ἡγέοντο ἐς Σφενδαλέας , ἐνθεῦτεν δὲ ἐς Τάναγραν · ἐν Τανάγρῃ δὲ νύκτα ἐναυλισάμενος , καὶ τραπόμενος τῇ ὑστεραίῃ ἐς Σκῶλον ἐν γῇ τῇ Θηβαίων ἦν . ἐνθαῦτα δὲ τῶν Θηβαίων καίπερ μηδιζόντων ἔκειρε τοὺς χώρους , οὔτι κατὰ ἔχθος αὐτῶν ἀλλ’ ὑπ’ ἀναγκαίης μεγάλης ἐχόμενος ἔρυμά τε τῷ στρατῷ ποιήσασθαι , καὶ ἢν συμβαλόντι οἱ μὴ ἐκβαίνῃ ὁκοῖόν τι ἐθέλοι , κρησφύγετον τοῦτο ἐποιέετο .