9.11 οἳ δὲ ὡς οὐκ εἰδότες ἐπειρώτων τὸ λεγόμενον , ἐπειρόμενοι δὲ ἐξέμαθον πᾶν τὸ ἐόν , ὥστε ἐν θώματι γενόμενοι ἐπορεύοντο τὴν ταχίστην διώκοντες · σὺν δέ σφι τῶν περιοίκων Λακεδαιμονίων λογάδες πεντακισχίλιοι ὁπλῖται τὠυτὸ τοῦτο ἐποίεον .
9.12 οἳ μὲν δὴ ἐς τὸν Ἰσθμὸν ἠπείγοντο · Ἀργεῖοι δὲ ἐπείτε τάχιστα ἐπύθοντο τοὺς μετὰ Παυσανίεω ἐξεληλυθότας ἐκ Σπάρτης , πέμπουσι κήρυκα τῶν ἡμεροδρόμων ἀνευρόντες τὸν ἄριστον ἐς τὴν Ἀττικήν , πρότερον αὐτοὶ Μαρδονίῳ ὑποδεξάμενοι σχήσειν τὸν Σπαρτιήτην μὴ ἐξιέναι · ὃς ἐπείτε ἀπίκετο ἐς τὰς Ἀθήνας ἔλεγε τάδε . ʹ Μαρδόνιε , ἔπεμψάν με Ἀργεῖοι φράσοντά τοι ὅτι ἐκ Λακεδαίμονος ἐξελήλυθε νεότης , καὶ ὡς οὐ δυνατοὶ αὐτὴν ἔχειν εἰσὶ Ἀργεῖοι μὴ οὐκ ἐξιέναι . πρὸς ταῦτα τύγχανε εὖ βουλευόμενος . ʹ
9.13 μὲν δὴ εἴπας ταῦτα ἀπαλλάσσετο ὀπίσω , Μαρδόνιος δὲ οὐδαμῶς ἔτι πρόθυμος ἦν μένειν ἐν τῇ Ἀττικῇ , ὡς ἤκουσε ταῦτα . πρὶν μέν νυν πυθέσθαι ἀνεκώχευε , θέλων εἰδέναι τὸ παρ’ Ἀθηναίων , ὁκοῖόν τι ποιήσουσι , καὶ οὔτε ἐπήμαινε οὔτε ἐσίνετο γῆν τὴν Ἀττικήν , ἐλπίζων διὰ παντὸς τοῦ χρόνου ὁμολογήσειν σφέας · ἐπεὶ δὲ οὐκ ἔπειθε , πυθόμενος πάντα λόγον , πρὶν τοὺς μετὰ Παυσανίεω ἐς τὸν Ἰσθμὸν ἐσβαλεῖν , ὑπεξεχώρεε ἐμπρήσας τε τὰς Ἀθήνας , καὶ εἴ κού τι ὀρθὸν ἦν τῶν τειχέων τῶν οἰκημάτων τῶν ἱρῶν , πάντα καταβαλὼν καὶ συγχώσας .