9.10 ἐγίνετο μὲν ἡγεμονίη Πλειστάρχου τοῦ Λεωνίδεω · ἀλλ’ μὲν ἦν ἔτι παῖς , δὲ τούτου ἐπίτροπός τε καὶ ἀνεψιός . Κλεόμβροτος γὰρ Παυσανίεω μὲν πατὴρ Ἀναξανδρίδεω δὲ παῖς οὐκέτι περιῆν , ἀλλ’ ἀπαγαγὼν ἐκ τοῦ Ἰσθμοῦ τὴν στρατιὴν τὴν τὸ τεῖχος δείμασαν μετὰ ταῦτα οὐ πολλὸν χρόνον τινὰ βιοὺς ἀπέθανε . ἀπῆγε δὲ τὴν στρατιὴν Κλεόμβροτος ἐκ τοῦ Ἰσθμοῦ διὰ τόδε · θυομένῳ οἱ ἐπὶ τῷ Πέρσῃ ἥλιος ἀμαυρώθη ἐν τῷ οὐρανῷ . προσαιρέεται δὲ ἑωυτῷ Παυσανίης Εὐρυάνακτα τὸν Δωριέος , ἄνδρα οἰκίης ἐόντα τῆς αὐτῆς .
9.11 οἳ μὲν δὴ σὺν Παυσανίῃ ἐξεληλύθεσαν ἔξω Σπάρτης · οἱ δὲ ἄγγελοι , ὡς ἡμέρη ἐγεγόνεε , οὐδὲν εἰδότες περὶ τῆς ἐξόδου ἐπῆλθον ἐπὶ τοὺς ἐφόρους , ἐν νόῳ δὴ ἔχοντες ἀπαλλάσσεσθαι καὶ αὐτοὶ ἐπὶ τὴν ἑωυτοῦ ἕκαστος · ἐπελθόντες δὲ ἔλεγον τάδε . ʹ ὑμεῖς μὲν , Λακεδαιμόνιοι αὐτοῦ τῇδε μένοντες Ὑακίνθιά τε ἄγετε καὶ παίζετε , καταπροδόντες τοὺς συμμάχους · Ἀθηναῖοι δὲ ὡς ἀδικεόμενοι ὑπὸ ὑμέων χήτεΐ τε συμμάχων καταλύσονται τῷ Πέρσῃ οὕτω ὅκως ἄν δύνωνται · καταλυσάμενοι δέ , δῆλα γὰρ ὅτι σύμμαχοι βασιλέος γινόμεθα , συστρατευσόμεθα ἐπ’ ἣν ἂν ἐκεῖνοι ἐξηγέωνται . ὑμεῖς δὲ τὸ ἐνθεῦτεν μαθήσεσθε ὁκοῖον ἄν τι ὑμῖν ἐξ αὐτοῦ ἐκβαίνῃ . ʹ ταῦτα λεγόντων τῶν ἀγγέλων , οἱ ἔφοροι εἶπαν ἐπ’ ὅρκου καὶ δὴ δοκέειν εἶναι ἐν Ὀρεσθείῳ στείχοντας ἐπὶ τοὺς ξείνους . ξείνους γὰρ ἐκάλεον τοὺς βαρβάρους .