9.8 καί σφι ἦν πρὸς τέλεϊ . οὐδ’ ἔχω εἰπεῖν τὸ αἴτιον διότι ἀπικομένου μὲν Ἀλεξάνδρου τοῦ Μακεδόνος ἐς Ἀθήνας σπουδὴν μεγάλην ἐποιήσαντο μὴ μηδίσαι Ἀθηναίους , τότε δὲ ὤρην ἐποιήσαντο οὐδεμίαν , ἄλλο γε ὅτι Ἰσθμός σφι ἐτετείχιστο καὶ ἐδόκεον Ἀθηναίων ἔτι δεῖσθαι οὐδέν · ὅτε δὲ Ἀλέξανδρος ἀπίκετο ἐς τὴν Ἀττικήν , οὔκω ἀπετετείχιστο , ἐργάζοντο δὲ μεγάλως καταρρωδηκότες τοὺς Πέρσας .
9.9 τέλος δὲ τῆς τε ὑποκρίσιος καὶ ἐξόδου τῶν Σπαρτιητέων ἐγένετο τρόπος τοιόσδε . τῇ προτεραίῃ τῆς ὑστάτης καταστάσιος μελλούσης ἔσεσθαι Χίλεος ἀνὴρ Τεγεήτης , δυνάμενος ἐν Λακεδαίμονι μέγιστον ξείνων , τῶν ἐφόρων ἐπύθετο πάντα λόγον τὸν δὴ οἱ Ἀθηναῖοι ἔλεγον · ἀκούσας δὲ Χίλεος ἔλεγε ἄρα σφι τάδε . ʹ οὕτω ἔχει , ἄνδρες ἔφοροι · Ἀθηναίων ἡμῖν ἐόντων μὴ ἀρθμίων τῷ δὲ βαρβάρῳ συμμάχων , καίπερ τείχεος διὰ τοῦ Ἰσθμοῦ ἐληλαμένου καρτεροῦ , μεγάλαι κλισιάδες ἀναπεπτέαται ἐς τὴν Πελοπόννησον τῷ Πέρσῃ . ἀλλ’ ἐσακούσατε , πρίν τι ἄλλο Ἀθηναίοισι δόξαι σφάλμα φέρον τῇ Ἑλλάδι . ʹ
9.10 μέν σφι ταῦτα συνεβούλευε · οἳ δὲ φρενὶ λαβόντες τὸν λόγον αὐτίκα , φράσαντες οὐδὲν τοῖσι ἀγγέλοισι τοῖσι ἀπιγμένοισι ἀπὸ τῶν πολίων , νυκτὸς ἔτι ἐκπέμπουσι πεντακισχιλίους Σπαρτιητέων καὶ ἑπτὰ περὶ ἕκαστον τάξαντες τῶν εἱλώτων , Παυσανίῃ τῷ Κλεομβρότου ἐπιτάξαντες ἐξάγειν .