9.7A ἡμεῖς δὲ Δία τε Ἑλλήνιον αἰδεσθέντες καὶ τὴν Ἑλλάδα δεινὸν ποιεύμενοι προδοῦναι οὐ καταινέσαμεν ἀλλ’ ἀπειπάμεθα , καίπερ ἀδικεόμενοι ὑπ’ Ἑλλήνων καὶ καταπροδιδόμενοι , ἐπιστάμενοί τε ὅτι κερδαλεώτερον ἐστὶ ὁμολογέειν τῷ Πέρσῃ μᾶλλον περ πολεμέειν · οὐ μὲν οὐδὲ ὁμολογήσομεν ἑκόντες εἶναι . καὶ τὸ μὲν ἀπ’ ἡμέων οὕτω ἀκίβδηλον νέμεται ἐπὶ τοὺς Ἕλληνας · ʹ
9.7B ʹ ὑμεῖς δὲ ἐς πᾶσαν ἀρρωδίην τότε ἀπικόμενοι μὴ ὁμολογήσωμεν τῷ Πέρσῃ , ἐπείτε ἐξεμάθετε τὸ ἡμέτερον φρόνημα σαφέως , ὅτι οὐδαμὰ προδώσομεν τὴν Ἑλλάδα , καὶ διότι τεῖχος ὑμῖν διὰ τοῦ Ἰσθμοῦ ἐλαυνόμενον ἐν τέλεϊ ἐστί , καὶ δὴ λόγον οὐδένα τῶν Ἀθηναίων ποιέεσθε , συνθέμενοί τε ἡμῖν τὸν Πέρσην ἀντιώσεσθαι ἐς τὴν Βοιωτίην προδεδώκατε , περιείδετέ τε προεσβαλόντα ἐς τὴν Ἀττικὴν τὸν βάρβαρον . ἐς μέν νυν τὸ παρεὸν Ἀθηναῖοι ὑμῖν μηνίουσι · οὐ γὰρ ἐποιήσατε ἐπιτηδέως . νῦν δὲ ὅτι τάχος στρατιὴν ἅμα ἡμῖν ἐκέλευσαν ὑμέας ἐκπέμπειν , ὡς ἂν τὸν βάρβαρον δεκώμεθα ἐν τῇ Ἀττικῇ · ἐπειδὴ γὰρ ἡμάρτομεν τῆς Βοιωτίης , τῆς γε ἡμετέρης ἐπιτηδεότατον ἐστὶ μαχέσασθαι τὸ Θριάσιον πεδίον . ʹ
9.8 ὡς δὲ ἄρα ἤκουσαν οἱ ἔφοροι ταῦτα , ἀνεβάλλοντο ἐς τὴν ὑστεραίην ὑποκρίνασθαι , τῇ δὲ ὑστεραίῃ ἐς τὴν ἑτέρην · τοῦτο καὶ ἐπὶ δέκα ἡμέρας ἐποίεον , ἐξ ἡμέρης ἐς ἡμέρην ἀναβαλλόμενοι . ἐν δὲ τούτῳ τῷ χρόνῳ τὸν Ἰσθμὸν ἐτείχεον σπουδὴν ἔχοντες πολλὴν πάντες Πελοποννήσιοι ,