9.6 ἐς δὲ τὴν Σαλαμῖνα διέβησαν οἱ Ἀθηναῖοι ὧδε . ἕως μὲν προσεδέκοντο ἐκ τῆς Πελοποννήσου στρατὸν ἥξειν τιμωρήσοντά σφι , οἳ δὲ ἔμενον ἐν τῇ Ἀττικῇ · ἐπεὶ δὲ οἳ μὲν μακρότερα καὶ σχολαίτερα ἐποίεον , δὲ ἐπιὼν καὶ δὴ ἐν τῇ Βοιωτίῃ ἐλέγετο εἶναι , οὕτω δὴ ὑπεξεκομίσαντό τε πάντα καὶ αὐτοὶ διέβησαν ἐς Σαλαμῖνα , ἐς Λακεδαίμονά τε ἔπεμπον ἀγγέλους ἅμα μὲν μεμψομένους τοῖσι Λακεδαιμονίοισι ὅτι περιεῖδον ἐμβαλόντα τὸν βάρβαρον ἐς τὴν Ἀττικὴν ἀλλ’ οὐ μετὰ σφέων ἠντίασαν ἐς τὴν Βοιωτίην , ἅμα δὲ ὑπομνήσοντας ὅσα σφι ὑπέσχετο Πέρσης μεταβαλοῦσι δώσειν , προεῖπαί τε ὅτι εἰ μὴ ἀμυνεῦσι Ἀθηναίοισι , ὡς καὶ αὐτοί τινα ἀλεωρὴν εὑρήσονται .
9.7 οἱ γὰρ δὴ Λακεδαιμόνιοι ὅρταζόν τε τοῦτον τὸν χρόνον καί σφι ἦν Ὑακίνθια , περὶ πλείστου δ’ ἦγον τὰ τοῦ θεοῦ πορσύνειν · ἅμα δὲ τὸ τεῖχός σφι , τὸ ἐν τῷ Ἰσθμῷ ἐτείχεον , καὶ ἤδη ἐπάλξις ἐλάμβανε . ὡς δὲ ἀπίκοντο ἐς τὴν Λακεδαίμονα οἱ ἄγγελοι οἱ ἀπ’ Ἀθηνέων , ἅμα ἀγόμενοι ἔκ τε Μεγάρων ἀγγέλους καὶ ἐκ Πλαταιέων , ἔλεγον τάδε ἐπελθόντες ἐπὶ τοὺς ἐφόρους .
9.7A ʹ ἔπεμψαν ἡμέας Ἀθηναῖοι λέγοντες ὅτι ἡμῖν βασιλεὺς Μήδων τοῦτο μὲν τὴν χώρην ἀποδιδοῖ , τοῦτο δὲ συμμάχους ἐθέλει ἐπ’ ἴσῃ τε καὶ ὁμοίῃ ποιήσασθαι ἄνευ τε δόλου καὶ ἀπάτης , ἐθέλει δὲ καὶ ἄλλην χώρην πρὸς τῇ ἡμετέρῃ διδόναι , τὴν ἂν αὐτοὶ ἑλώμεθα .