9.3 ὃς οὐδὲ τότε ἀπικόμενος ἐς τὴν Ἀττικὴν εὗρε τοὺς Ἀθηναίους , ἀλλ’ ἔν τε Σαλαμῖνι τοὺς πλείστους ἐπυνθάνετο εἶναι ἔν τε τῇσι νηυσί , αἱρέει τε ἔρημον τὸ ἄστυ . δὲ βασιλέος αἵρεσις ἐς τὴν ὑστέρην τὴν Μαρδονίου ἐπιστρατηίην δεκάμηνος ἐγένετο .
9.4 ἐπεὶ δὲ ἐν Ἀθήνῃσι ἐγένετο Μαρδόνιος , πέμπει ἐς Σαλαμῖνα Μουρυχίδην ἄνδρα Ἑλλησπόντιον φέροντα τοὺς αὐτοὺς λόγους τοὺς καὶ Ἀλέξανδρος Μακεδὼν τοῖσι Ἀθηναίοισι διεπόρθμευσε . ταῦτα δὲ τὸ δεύτερον ἀπέστελλε προέχων μὲν τῶν Ἀθηναίων οὐ φιλίας γνώμας , ἐλπίζων δὲ σφέας ὑπήσειν τῆς ἀγνωμοσύνης , ὡς δοριαλώτου ἐούσης τῆς Ἀττικῆς χώρης καὶ ἐούσης ὑπ’ ἑωυτῷ .
9.5 τούτων μὲν εἵνεκα ἀπέπεμψε Μουρυχίδην ἐς Σαλαμῖνα , δὲ ἀπικόμενος ἐπὶ τὴν βουλὴν ἔλεγε τὰ παρὰ Μαρδονίου . τῶν δὲ βουλευτέων Λυκίδης εἶπε γνώμην ὡς ἐδόκεε ἄμεινον εἶναι δεξαμένους τὸν λόγον , τόν σφι Μουρυχίδης προφέρει , ἐξενεῖκαι ἐς τὸν δῆμον . μὲν δὴ ταύτην τὴν γνώμην ἀπεφαίνετο , εἴτε δὴ δεδεγμένος χρήματα παρὰ Μαρδονίου , εἴτε καὶ ταῦτά οἱ ἑάνδανε · Ἀθηναῖοι δὲ αὐτίκα δεινὸν ποιησάμενοι οἵ τε ἐκ τῆς βουλῆς καὶ οἱ ἔξωθεν ὡς ἐπύθοντο , περιστάντες Λυκίδην κατέλευσαν βάλλοντες , τὸν δὲ Ἑλλησπόντιον Μουρυχίδην ἀπέπεμψαν ἀσινέα . γενομένου δὲ θορύβου ἐν τῇ Σαλαμῖνι περὶ τὸν Λυκίδην , πυνθάνονται τὸ γινόμενον αἱ γυναῖκες τῶν Ἀθηναίων , διακελευσαμένη δὲ γυνὴ γυναικὶ καὶ παραλαβοῦσα ἐπὶ τὴν Λυκίδεω οἰκίην ἤισαν αὐτοκελέες , καὶ κατὰ μὲν ἔλευσαν αὐτοῦ τὴν γυναῖκα κατὰ δὲ τὰ τέκνα .