9.1 Μαρδόνιος δέ , ὥς οἱ ἀπονοστήσας Ἀλέξανδρος τὰ παρὰ Ἀθηναίων ἐσήμηνε , ὁρμηθεὶς ἐκ Θεσσαλίης ἦγε τὴν στρατιὴν σπουδῇ ἐπὶ τὰς Ἀθήνας . ὅκου δὲ ἑκάστοτε γίνοιτο , τούτους παρελάμβανε . τοῖσι δὲ Θεσσαλίης ἡγεομένοισι οὔτε τὰ πρὸ τοῦ πεπρηγμένα μετέμελε οὐδὲν πολλῷ τε μᾶλλον ἐπῆγον τὸν Πέρσην , καὶ συμπροέπεμψέ τε Θώρηξ Ληρισαῖος Ξέρξην φεύγοντα καὶ τότε ἐκ τοῦ φανεροῦ παρῆκε Μαρδόνιον ἐπὶ τὴν Ἑλλάδα .
9.2 ἐπεὶ δὲ πορευόμενος γίνεται στρατὸς ἐν Βοιωτοῖσι , οἱ Θηβαῖοι κατελάμβανον τὸν Μαρδόνιον καὶ συνεβούλευον αὐτῷ λέγοντες ὡς οὐκ εἴη χῶρος ἐπιτηδεότερος ἐνστρατοπεδεύεσθαι ἐκείνου , οὐδὲ ἔων ἰέναι ἑκαστέρω , ἀλλ’ αὐτοῦ ἱζόμενον ποιέειν ὅκως ἀμαχητὶ τὴν πᾶσαν Ἑλλάδα καταστρέψεται . κατὰ μὲν γὰρ τὸ ἰσχυρὸν Ἕλληνας ὁμοφρονέοντας , οἵ περ καὶ πάρος ταὐτὰ ἐγίνωσκον , χαλεπὰ εἶναι περιγίνεσθαι καὶ ἅπασι ἀνθρώποισι · ʹ εἰ δὲ ποιήσεις τὰ ἡμεῖς παραινέομεν , ʹ ἔφασαν λέγοντες , ʹ ἕξεις ἀπόνως πάντα τὰ ἐκείνων ἰσχυρὰ βουλεύματα · πέμπε χρήματα ἐς τοὺς δυναστεύοντας ἄνδρας ἐν τῇσι πόλισι , πέμπων δὲ τὴν Ἑλλάδα διαστήσεις · ἐνθεῦτεν δὲ τοὺς μὴ τὰ σὰ φρονέοντας ῥηιδίως μετὰ τῶν στασιωτέων καταστρέψεαι . ʹ
9.3 οἳ μὲν ταῦτα συνεβούλευον , δὲ οὐκ ἐπείθετο , ἀλλά οἱ δεινὸς ἐνέστακτο ἵμερος τὰς Ἀθήνας δεύτερα ἑλεῖν , ἅμα μὲν ὑπ’ ἀγνωμοσύνης , ἅμα δὲ πυρσοῖσι διὰ νήσων ἐδόκεε βασιλέι δηλώσειν ἐόντι ἐν Σάρδισι ὅτι ἔχοι Ἀθήνας ·