8.144 ἐπίστασθέ τε οὕτω , εἰ μὴ πρότερον ἐτυγχάνετε ἐπιστάμενοι , ἔστ’ ἂν καὶ εἷς περιῇ Ἀθηναίων , μηδαμὰ ὁμολογήσοντας ἡμέας Ξέρξῃ . ὑμέων μέντοι ἀγάμεθα τὴν προνοίην τὴν πρὸς ἡμέας ἐοῦσαν , ὅτι προείδετε ἡμέων οἰκοφθορημένων οὕτω ὥστε ἐπιθρέψαι ἐθέλειν ἡμέων τοὺς οἰκέτας . καὶ ὑμῖν μὲν χάρις ἐκπεπλήρωται , ἡμεῖς μέντοι λιπαρήσομεν οὕτω ὅκως ἂν ἔχωμεν , οὐδὲν λυπέοντες ὑμέας . νῦν δέ , ὡς οὕτω ἐχόντων , στρατιὴν ὡς τάχιστα ἐκπέμπετε . ὡς γὰρ ἡμεῖς εἰκάζομεν , οὐκ ἑκὰς χρόνου παρέσται βάρβαρος ἐσβαλὼν ἐς τὴν ἡμετέρην , ἀλλ’ ἐπειδὰν τάχιστα πύθηται τὴν ἀγγελίην ὅτι οὐδὲν ποιήσομεν τῶν ἐκεῖνος ἡμέων προσεδέετο . πρὶν ὦν παρεῖναι ἐκεῖνον ἐς τὴν Ἀττικήν , ἡμέας καιρός ἐστι προβοηθῆσαι ἐς τὴν Βοιωτίην . ʹ οἳ μὲν ταῦτα ὑποκριναμένων Ἀθηναίων ἀπαλλάσσοντο ἐς Σπάρτην .