8.140B ἐνορῶ γὰρ ὑμῖν οὐκ οἵοισί τε ἐσομένοισι τὸν πάντα χρόνον πολεμέειν Ξέρξῃ · εἰ γὰρ ἐνώρων τοῦτο ἐν ὑμῖν , οὐκ ἄν κοτε ἐς ὑμέας ἦλθον ἔχων λόγους τούσδε · καὶ γὰρ δύναμις ὑπὲρ ἄνθρωπον βασιλέος ἐστὶ καὶ χεὶρ ὑπερμήκης . ἢν ὦν μὴ αὐτίκα ὁμολογήσητε , μεγάλα προτεινόντων ἐπ’ οἷσι ὁμολογέειν ἐθέλουσι , δειμαίνω ὑπὲρ ὑμέων ἐν τρίβῳ τε μάλιστα οἰκημένων τῶν συμμάχων πάντων αἰεί τε φθειρομένων μούνων , ἐξαίρετον μεταίχμιόν τε τὴν γῆν ἐκτημένων . ἀλλὰ πείθεσθε · πολλοῦ γὰρ ὑμῖν ἄξια ταῦτα , εἰ βασιλεύς γε μέγας μούνοισι ὑμῖν Ἑλλήνων τὰς ἁμαρτάδας ἀπιεὶς ἐθέλει φίλος γενέσθαι . ʹ
8.141 Ἀλέξανδρος μὲν ταῦτα ἔλεξε . Λακεδαιμόνιοι δὲ πυθόμενοι ἥκειν Ἀλέξανδρον ἐς Ἀθήνας ἐς ὁμολογίην ἄξοντα τῷ βαρβάρῳ Ἀθηναίους , ἀναμνησθέντες τῶν λογίων ὥς σφεας χρεόν ἐστι ἅμα τοῖσι ἄλλοισι Δωριεῦσι ἐκπίπτειν ἐκ Πελοποννήσου ὑπὸ Μήδων τε καὶ Ἀθηναίων , κάρτα τε ἔδεισαν μὴ ὁμολογήσωσι τῷ Πέρσῃ Ἀθηναῖοι , αὐτίκα τέ σφι ἔδοξε πέμπειν ἀγγέλους . καὶ δὴ συνέπιπτε ὥστε ὁμοῦ σφεων γίνεσθαι τὴν κατάστασιν · ἐπανέμειναν γὰρ οἱ Ἀθηναῖοι διατρίβοντες , εὖ ἐπιστάμενοι ὅτι ἔμελλον Λακεδαιμόνιοι πεύσεσθαι ἥκοντα παρὰ τοῦ βαρβάρου ἄγγελον ἐπ’ ὁμολογίῃ , πυθόμενοί τε πέμψειν κατὰ τάχος ἀγγέλους . ἐπίτηδες ὦν ἐποίευν , ἐνδεικνύμενοι τοῖσι Λακεδαιμονίοισι τὴν ἑωυτῶν γνώμην .
8.142 ὡς δὲ ἐπαύσατο λέγων Ἀλέξανδρος , διαδεξάμενοι ἔλεγον οἱ ἀπὸ Σπάρτης ἄγγελοι ʹ ἡμέας δὲ ἔπεμψαν Λακεδαιμόνιοι δεησομένους ὑμέων μήτε νεώτερον ποιέειν μηδὲν κατὰ τὴν Ἑλλάδα μήτε λόγους ἐνδέκεσθαι παρὰ τοῦ βαρβάρου .