8.140A νῦν τε ὧδε Μαρδόνιε ποίεε · τοῦτο μὲν τὴν γῆν σφι ἀπόδος , τοῦτο δὲ ἄλλην πρὸς ταύτῃ ἑλέσθων αὐτοί , ἥντινα ἂν ἐθέλωσι , ἐόντες αὐτόνομοι · ἱρά τε πάντα σφι , ἢν δὴ βούλωνταί γε ἐμοὶ ὁμολογέειν , ἀνόρθωσον , ὅσα ἐγὼ ἐνέπρησα . ʹ τούτων δὲ ἀπιγμένων ἀναγκαίως ἔχει μοι ποιέειν ταῦτα , ἢν μὴ τὸ ὑμέτερον αἴτιον γένηται . λέγω δὲ ὑμῖν τάδε . νῦν τί μαίνεσθε πόλεμον βασιλέι ἀειρόμενοι ; οὔτε γὰρ ἂν ὑπερβάλοισθε οὔτε οἷοί τε ἐστὲ ἀντέχειν τὸν πάντα χρόνον . εἴδετε μὲν γὰρ τῆς Ξέρξεω στρατηλασίης τὸ πλῆθος καὶ τὰ ἔργα , πυνθάνεσθε δὲ καὶ τὴν νῦν παρ’ ἐμοὶ ἐοῦσαν δύναμιν · ὥστε καὶ ἢν ἡμέας ὑπερβάλησθε καὶ νικήσητε , τοῦ περ ὑμῖν οὐδεμία ἐλπὶς εἴ περ εὖ φρονέετε , ἄλλη παρέσται πολλαπλησίη . μὴ ὦν βούλεσθε παρισούμενοι βασιλέι στέρεσθαι μὲν τῆς χώρης , θέειν δὲ αἰεὶ περὶ ὑμέων αὐτῶν , ἀλλὰ καταλύσασθε · παρέχει δὲ ὑμῖν κάλλιστα καταλύσασθαι , βασιλέος ταύτῃ ὁρμημένου . ἔστε ἐλεύθεροι , ἡμῖν ὁμαιχμίην συνθέμενοι ἄνευ τε δόλου καὶ ἀπάτης . ʹ
8.140B ʹ Μαρδόνιος μὲν ταῦτα Ἀθηναῖοι ἐνετείλατό μοι εἰπεῖν πρὸς ὑμέας · ἐγὼ δὲ περὶ μὲν εὐνοίης τῆς πρὸς ὑμέας ἐούσης ἐξ ἐμεῦ οὐδὲν λέξω , οὐ γὰρ ἂν νῦν πρῶτον ἐκμάθοιτε , προσχρηίζω δὲ ὑμέων πείθεσθαι Μαρδονίῳ .