8.142 οὔτε γὰρ δίκαιον οὐδαμῶς οὔτε κόσμον φέρον οὔτε γε ἄλλοισι Ἑλλήνων οὐδαμοῖσι , ὑμῖν δὲ δὴ καὶ διὰ πάντων ἥκιστα πολλῶν εἵνεκα . ἠγείρατε γὰρ τόνδε τὸν πόλεμον ὑμεῖς οὐδὲν ἡμέων βουλομένων , καὶ περὶ τῆς ὑμετέρης ἀρχῆθεν ἀγὼν ἐγένετο , νῦν δὲ φέρει καὶ ἐς πᾶσαν τὴν Ἑλλάδα · ἄλλως τε τούτων ἁπάντων αἰτίους γενέσθαι δουλοσύνης τοῖσι Ἕλλησι Ἀθηναίους οὐδαμῶς ἀνασχετόν , οἵτινες αἰεὶ καὶ τὸ πάλαι φαίνεσθε πολλοὺς ἐλευθερώσαντες ἀνθρώπων . πιεζευμένοισι μέντοι ὑμῖν συναχθόμεθα , καὶ ὅτι καρπῶν ἐστερήθητε διξῶν ἤδη καὶ ὅτι οἰκοφθόρησθε χρόνον ἤδη πολλόν . ἀντὶ τούτων δὲ ὑμῖν Λακεδαιμόνιοί τε καὶ οἱ σύμμαχοι ἐπαγγέλλονται γυναῖκάς τε καὶ τὰ ἐς πόλεμον ἄχρηστα οἰκετέων ἐχόμενα πάντα ἐπιθρέψειν , ἔστ’ ἂν πόλεμος ὅδε συνεστήκῃ . μηδὲ ὑμέας Ἀλέξανδρος Μακεδὼν ἀναγνώσῃ , λεήνας τὸν Μαρδονίου λόγον . τούτῳ μὲν γὰρ ταῦτα ποιητέα ἐστί · τύραννος γὰρ ἐὼν τυράννῳ συγκατεργάζεται · ὑμῖν δὲ οὐ ποιητέα , εἴ περ εὖ τυγχάνετε φρονέοντες , ἐπισταμένοισι ὡς βαρβάροισι ἐστὶ οὔτε πιστὸν οὔτε ἀληθὲς οὐδέν . ʹ ταῦτα ἔλεξαν οἱ ἄγγελοι .
8.143 Ἀθηναῖοι δὲ πρὸς μὲν Ἀλέξανδρον ὑπεκρίναντο τάδε . ʹ καὶ αὐτοὶ τοῦτό γε ἐπιστάμεθα ὅτι πολλαπλησίη ἐστὶ τῷ Μήδῳ δύναμις περ ἡμῖν , ὥστε οὐδὲν δέει τοῦτό γε ὀνειδίζειν . ἀλλ’ ὅμως ἐλευθερίης γλιχόμενοι ἀμυνεύμεθα οὕτω ὅκως ἂν καὶ δυνώμεθα . ὁμολογῆσαι δὲ τῷ βαρβάρῳ μήτε σὺ ἡμέας πειρῶ ἀναπείθειν οὔτε ἡμεῖς πεισόμεθα .