8.138 οἳ μὲν δὴ ἀπήισαν , τῷ δὲ βασιλέι σημαίνει τις τῶν παρέδρων οἷόν τι χρῆμα ποιήσειε παῖς καὶ ὡς σὺν νόῳ κείνων νεώτατος λάβοι τὰ διδόμενα . δὲ ταῦτα ἀκούσας καὶ ὀξυνθεὶς πέμπει ἐπ’ αὐτοὺς ἱππέας ἀπολέοντας . ποταμὸς δὲ ἐστὶ ἐν τῇ χώρῃ ταύτῃ , τῷ θύουσι οἱ τούτων τῶν ἀνδρῶν ἀπ’ Ἄργεος ἀπόγονοι σωτῆρι · οὗτος , ἐπείτε διέβησαν οἱ Τημενίδαι , μέγας οὕτω ἐρρύη ὥστε τοὺς ἱππέας μὴ οἵους τε γενέσθαι διαβῆναι . οἳ δὲ ἀπικόμενοι ἐς ἄλλην γῆν τῆς Μακεδονίης οἴκησαν πέλας τῶν κήπων τῶν λεγομένων εἶναι Μίδεω τοῦ Γορδίεω , ἐν τοῖσι φύεται αὐτόματα ῥόδα , ἓν ἕκαστον ἔχον ἑξήκοντα φύλλα , ὀδμῇ τε ὑπερφέροντα τῶν ἄλλων . ἐν τούτοισι καὶ Σιληνὸς τοῖσι κήποισι ἥλω , ὡς λέγεται ὑπὸ Μακεδόνων . ὑπὲρ δὲ τῶν κήπων ὄρος κεῖται Βέρμιον οὔνομα , ἄβατον ὑπὸ χειμῶνος . ἐνθεῦτεν δὲ ὁρμώμενοι , ὡς ταύτην ἔσχον , κατεστρέφοντο καὶ τὴν ἄλλην Μακεδονίην .
8.139 ἀπὸ τούτου δὴ τοῦ Περδίκκεω Ἀλέξανδρος ὧδε ἐγένετο · Ἀμύντεω παῖς ἦν Ἀλέξανδρος , Ἀμύντης δὲ Ἀλκέτεω , Ἀλκέτεω δὲ πατὴρ ἦν Ἀέροπος , τοῦ δὲ Φίλιππος , Φιλίππου δὲ Ἀργαῖος , τοῦ δὲ Περδίκκης κτησάμενος τὴν ἀρχήν .
8.140A ἐγεγόνεε μὲν δὴ ὧδε Ἀλέξανδρος Ἀμύντεω · ὡς δὲ ἀπίκετο ἐς τὰς Ἀθήνας ἀποπεμφθεὶς ὑπὸ Μαρδονίου , ἔλεγε τάδε . ʹ ἄνδρες Ἀθηναῖοι , Μαρδόνιος τάδε λέγει . ἐμοὶ ἀγγελίη ἥκει παρὰ βασιλέος λέγουσα οὕτω . ʹ Ἀθηναίοισι τὰς ἁμαρτάδας τὰς ἐς ἐμὲ ἐξ ἐκείνων γενομένας πάσας μετίημι .