8.137 ἐνθαῦτα δὲ ἐθήτευον ἐπὶ μισθῷ παρὰ τῷ βασιλέι , μὲν ἵππους νέμων , δὲ βοῦς , δὲ νεώτατος αὐτῶν Περδίκκης τὰ λεπτὰ τῶν προβάτων . δὲ γυνὴ τοῦ βασιλέος αὐτὴ τὰ σιτία σφι ἔπεσσε · ἦσαν γὰρ τὸ πάλαι καὶ αἱ τυραννίδες τῶν ἀνθρώπων ἀσθενέες χρήμασι , οὐ μοῦνον δῆμος · ὅκως δὲ ὀπτῴη , ἄρτος τοῦ παιδὸς τοῦ θητὸς Περδίκκεω διπλήσιος ἐγίνετο αὐτὸς ἑωυτοῦ . ἐπεὶ δὲ αἰεὶ τὠυτὸ τοῦτο ἐγίνετο , εἶπε πρὸς τὸν ἄνδρα τὸν ἑωυτῆς · τὸν δὲ ἀκούσαντα ἐσῆλθε αὐτίκα ὡς εἴη τέρας καὶ φέροι μέγα τι . καλέσας δὲ τοὺς θῆτας προηγόρευέ σφι ἀπαλλάσσεσθαι ἐκ γῆς τῆς ἑωυτοῦ . οἳ δὲ τὸν μισθὸν ἔφασαν δίκαιοι εἶναι ἀπολαβόντες οὕτω ἐξιέναι . ἐνθαῦτα βασιλεὺς τοῦ μισθοῦ πέρι ἀκούσας , ἦν γὰρ κατὰ τὴν καπνοδόκην ἐς τὸν οἶκον ἐσέχων ἥλιος , εἶπε θεοβλαβὴς γενόμενος ʹ μισθὸν δὲ ὑμῖν ἐγὼ ὑμέων ἄξιον τόνδε ἀποδίδωμι , ʹ δέξας τὸν ἥλιον . μὲν δὴ Γαυάνης τε καὶ Ἀέροπος οἱ πρεσβύτεροι ἕστασαν ἐκπεπληγμένοι , ὡς ἤκουσαν ταῦτα · δὲ παῖς , ἐτύγχανε γὰρ ἔχων μάχαιραν , εἴπας τάδε ʹ δεκόμεθα βασιλεῦ τὰ διδοῖς , ʹ περιγράφει τῇ μαχαίρῃ ἐς τὸ ἔδαφος τοῦ οἴκου τὸν ἥλιον , περιγράψας δέ , ἐς τὸν κόλπον τρὶς ἀρυσάμενος τοῦ ἡλίου , ἀπαλλάσσετο αὐτός τε καὶ οἱ μετ’ ἐκείνου .