8.136 Μαρδόνιος δὲ ἐπιλεξάμενος τι δὴ λέγοντα ἦν τὰ χρηστήρια μετὰ ταῦτα ἔπεμψε ἄγγελον ἐς Ἀθήνας Ἀλέξανδρον τὸν Ἀμύντεω ἄνδρα Μακεδόνα , ἅμα μὲν ὅτι οἱ προσκηδέες οἱ Πέρσαι ἦσαν · Ἀλεξάνδρου γὰρ ἀδελφεὴν Γυγαίην , Ἀμύντεω δὲ θυγατέρα , Βουβάρης ἀνὴρ Πέρσης ἔσχε , ἐκ τῆς οἱ ἐγεγόνεε Ἀμύντης ἐν τῇ Ἀσίῃ , ἔχων τὸ οὔνομα τοῦ μητροπάτορος , τῷ δὴ ἐκ βασιλέος τῆς Φρυγίης ἐδόθη Ἀλάβανδα πόλις μεγάλη νέμεσθαι · ἅμα δὲ Μαρδόνιος πυθόμενος ὅτι πρόξεινός τε εἴη καὶ εὐεργέτης Ἀλέξανδρος ἔπεμπε · τοὺς γὰρ Ἀθηναίους οὕτω ἐδόκεε μάλιστα προσκτήσεσθαι , λεών τε πολλὸν ἄρα ἀκούων εἶναι καὶ ἄλκιμον , τά τε κατὰ τὴν θάλασσαν συντυχόντα σφι παθήματα κατεργασαμένους μάλιστα Ἀθηναίους ἐπίστατο . τούτων δὲ προσγενομένων κατήλπιζε εὐπετέως τῆς θαλάσσης κρατήσειν , τά περ ἂν καὶ ἦν , πεζῇ τε ἐδόκεε πολλῷ εἶναι κρέσσων , οὕτω τε ἐλογίζετο κατύπερθέ οἱ τὰ πρήγματα ἔσεσθαι τῶν Ἑλληνικῶν . τάχα δ’ ἂν καὶ τὰ χρηστήρια ταῦτά οἱ προλέγοι , συμβουλεύοντα σύμμαχον τὸν Ἀθηναῖον ποιέεσθαι · τοῖσι δὴ πειθόμενος ἔπεμπε .
8.137 τοῦ δὲ Ἀλεξάνδρου τούτου ἕβδομος γενέτωρ Περδίκκης ἐστὶ κτησάμενος τῶν Μακεδόνων τὴν τυραννίδα τρόπῳ τοιῷδε . ἐξ Ἄργεος ἔφυγον ἐς Ἰλλυριοὺς τῶν Τημένου ἀπογόνων τρεῖς ἀδελφεοί , Γαυάνης τε καὶ Ἀέροπος καὶ Περδίκκης , ἐκ δὲ Ἰλλυριῶν ὑπερβαλόντες ἐς τὴν ἄνω Μακεδονίην ἀπίκοντο ἐς Λεβαίην πόλιν .