8.134 Θηβαίων δὲ οὐδενὶ ἔξεστι μαντεύεσθαι αὐτόθι διὰ τόδε · ἐκέλευσε σφέας Ἀμφιάρεως διὰ χρηστηρίων ποιεύμενος ὁκότερα βούλονται ἑλέσθαι τούτων , ἑωυτῷ ἅτε μάντι χρᾶσθαι ἅτε συμμάχῳ , τοῦ ἑτέρου ἀπεχομένους · οἳ δὲ σύμμαχόν μιν εἵλοντο εἶναι . διὰ τοῦτο μὲν οὐκ ἔξεστι Θηβαίων οὐδενὶ αὐτόθι ἐγκατακοιμηθῆναι .
8.135 τότε δὲ θῶμά μοι μέγιστον γενέσθαι λέγεται ὑπὸ Θηβαίων · ἐλθεῖν ἄρα τὸν Εὐρωπέα Μῦν , περιστρωφώμενον πάντα τὰ χρηστήρια , καὶ ἐς τοῦ Πτῴου Ἀπόλλωνος τὸ τέμενος . τοῦτο δὲ τὸ ἱρὸν καλέεται μὲν Πτῷον , ἔστι δὲ Θηβαίων , κεῖται δὲ ὑπὲρ τῆς Κωπαΐδος λίμνης πρὸς ὄρεϊ ἀγχοτάτω Ἀκραιφίης πόλιος . ἐς τοῦτο τὸ ἱρὸν ἐπείτε παρελθεῖν τὸν καλεόμενον τοῦτον Μῦν , ἕπεσθαι δέ οἱ τῶν ἀστῶν αἱρετοὺς ἄνδρας τρεῖς ἀπὸ τοῦ κοινοῦ ὡς ἀπογραψομένους τὰ θεσπιέειν ἔμελλε , καὶ πρόκατε τὸν πρόμαντιν βαρβάρῳ γλώσσῃ χρᾶν . καὶ τοὺς μὲν ἑπομένους τῶν Θηβαίων ἐν θώματι ἔχεσθαι ἀκούοντας βαρβάρου γλώσσης ἀντὶ Ἑλλάδος , οὐδὲ ἔχειν τι χρήσωνται τῷ παρεόντι πρήγματι · τὸν δὲ Εὐρωπέα Μῦν ἐξαρπάσαντα παρ’ αὐτῶν τὴν ἐφέροντο δέλτον , τὰ λεγόμενα ὑπὸ τοῦ προφήτεω γράφειν ἐς αὐτήν , φάναι δὲ Καρίῃ μιν γλώσσῃ χρᾶν , συγγραψάμενον δὲ οἴχεσθαι ἀπιόντα ἐς Θεσσαλίην .