8.132 τὸ γὰρ προσωτέρω πᾶν δεινὸν ἦν τοῖσι Ἕλλησι οὔτε τῶν χώρων ἐοῦσι ἐμπείροισι , στρατιῆς τε πάντα πλέα ἐδόκεε εἶναι , τὴν δὲ Σάμον ἐπιστέατο δόξῃ καὶ Ἡρακλέας στήλας ἴσον ἀπέχειν . συνέπιπτε δὲ τοιοῦτο ὥστε τοὺς μὲν βαρβάρους τὸ πρὸς ἑσπέρης ἀνωτέρω Σάμου μὴ τολμᾶν καταπλῶσαι καταρρωδηκότας , τοὺς δὲ Ἕλληνας , χρηιζόντων Χίων , τὸ πρὸς τὴν ἠῶ κατωτέρω Δήλου · οὕτω δέος τὸ μέσον ἐφύλασσε σφέων .
8.133 οἱ μὲν δὴ Ἕλληνες ἔπλεον ἐς τὴν Δῆλον , Μαρδόνιος δὲ περὶ τὴν Θεσσαλίην ἐχείμαζε . ἐνθεῦτεν δὲ ὁρμώμενος ἔπεμπε κατὰ τὰ χρηστήρια ἄνδρα Εὐρωπέα γένος , τῷ οὔνομα ἦν Μῦς , ἐντειλάμενος πανταχῇ μιν χρησόμενον ἐλθεῖν , τῶν οἷά τε ἦν σφι ἀποπειρήσασθαι . τι μὲν βουλόμενος ἐκμαθεῖν πρὸς τῶν χρηστηρίων ταῦτα ἐνετέλλετο , οὐκ ἔχω φράσαι · οὐ γὰρ ὦν λέγεται · δοκέω δ’ ἔγωγε περὶ τῶν παρεόντων πρηγμάτων καὶ οὐκ ἄλλων πέρι πέμψαι .
8.134 οὗτος Μῦς ἔς τε Λεβάδειαν φαίνεται ἀπικόμενος καὶ μισθῷ πείσας τῶν ἐπιχωρίων ἄνδρα καταβῆναι παρὰ Τροφώνιον , καὶ ἐς Ἄβας τὰς Φωκέων ἀπικόμενος ἐπὶ τὸ χρηστήριον · καὶ δὴ καὶ ἐς Θήβας πρῶτα ὡς ἀπίκετο , τοῦτο μὲν τῷ Ἰσμηνίῳ Ἀπόλλωνι ἐχρήσατο · ἔστι δὲ κατά περ ἐν Ὀλυμπίῃ ἱροῖσι αὐτόθι χρηστηριάζεσθαι · τοῦτο δὲ ξεῖνον τινὰ καὶ οὐ Θηβαῖον χρήμασι πείσας κατεκοίμησε ἐς Ἀμφιάρεω .