8.130 ἐόντες δὲ ἐν Σάμῳ ἅμα μὲν ἐβουλεύοντο εἴ τι δυναίατο κακὸν τοὺς πολεμίους ποιέειν , ἅμα δὲ καὶ ὠτακούστεον ὅκῃ πεσέεται τὰ Μαρδονίου πρήγματα .
8.131 τοὺς δὲ Ἕλληνας τό τε ἔαρ γινόμενον ἤγειρε καὶ Μαρδόνιος ἐν Θεσσαλίῃ ἐών . μὲν δὴ πεζὸς οὔκω συνελέγετο , δὲ ναυτικὸς ἀπίκετο ἐς Αἴγιναν , νέες ἀριθμὸν δέκα καὶ ἑκατόν . στρατηγὸς δὲ καὶ ναύαρχος ἦν Λευτυχίδης Μενάρεος τοῦ Ἡγησίλεω τοῦ Ἱπποκρατίδεω τοῦ Λευτυχίδεω τοῦ Ἀναξίλεω τοῦ Ἀρχιδήμου τοῦ Ἀναξανδρίδεω τοῦ Θεοπόμπου τοῦ Νικάνδρου τοῦ Χαρίλεω τοῦ Εὐνόμου τοῦ Πολυδέκτεω τοῦ Πρυτάνιος τοῦ Εὐρυφῶντος τοῦ Προκλέος τοῦ Ἀριστοδήμου τοῦ Ἀριστομάχου τοῦ Κλεοδαίου τοῦ Ὕλλου τοῦ Ἡρακλέος , ἐὼν τῆς ἑτέρης οἰκίης τῶν βασιλέων . οὗτοι πάντες , πλὴν τῶν ἑπτὰ τῶν μετὰ Λευτυχίδεα πρώτων καταλεχθέντων , οἱ ἄλλοι βασιλέες ἐγένοντο Σπάρτης . Ἀθηναίων δὲ ἐστρατήγεε Ξάνθιππος Ἀρίφρονος .
8.132 ὡς δὲ παρεγένοντο ἐς τὴν Αἴγιναν πᾶσαι αἱ νέες , ἀπίκοντο Ἰώνων ἄγγελοι ἐς τὸ στρατόπεδον τῶν Ἑλλήνων , οἳ καὶ ἐς Σπάρτην ὀλίγῳ πρότερον τούτων ἀπικόμενοι ἐδέοντο Λακεδαιμονίων ἐλευθεροῦν τὴν Ἰωνίην · τῶν καὶ Ἡρόδοτος Βασιληίδεω ἦν · οἳ στασιῶται σφίσι γενόμενοι ἐπεβούλευον θάνατον Στράττι τῷ Χίου τυράννῳ , ἐόντες ἀρχὴν ἑπτά · ἐπιβουλεύοντες δὲ ὡς φανεροὶ ἐγένοντο , ἐξενείκαντος τὴν ἐπιχείρησιν ἑνὸς τῶν μετεχόντων , οὕτω δὴ οἱ λοιποὶ ἓξ ἐόντες ὑπεξέσχον ἐκ τῆς Χίου καὶ ἐς Σπάρτην τε ἀπίκοντο καὶ δὴ καὶ τότε ἐς τὴν Αἴγιναν , τῶν Ἑλλήνων δεόμενοι καταπλῶσαι ἐς τὴν Ἰωνίην · οἳ προήγαγον αὐτοὺς μόγις μέχρι Δήλου .