8.129 αἴτιον δὲ λέγουσι Ποτιδαιῆται τῆς τε ῥηχίης καὶ τῆς πλημμυρίδος καὶ τοῦ Περσικοῦ πάθεος γενέσθαι τόδε , ὅτι τοῦ Ποσειδέωνος ἐς τὸν νηὸν καὶ τὸ ἄγαλμα τὸ ἐν τῷ προαστείῳ ἠσέβησαν οὗτοι τῶν Περσέων οἵ περ καὶ διεφθάρησαν ὑπὸ τῆς θαλάσσης · αἴτιον δὲ τοῦτο λέγοντες εὖ λέγειν ἔμοιγε δοκέουσι . τοὺς δὲ περιγενομένους ἀπῆγε Ἀρτάβαζος ἐς Θεσσαλίην παρὰ Μαρδόνιον . οὗτοι μὲν οἱ προπέμψαντες βασιλέα οὕτω ἔπρηξαν .
8.130 δὲ ναυτικὸς Ξέρξεω περιγενόμενος ὡς προσέμιξε τῇ Ἀσίῃ φεύγων ἐκ Σαλαμῖνος καὶ βασιλέα τε καὶ τὴν στρατιὴν ἐκ Χερσονήσου διεπόρθμευσε ἐς Ἄβυδον , ἐχειμέριζε ἐν Κύμῃ . ἔαρος δὲ ἐπιλάμψαντος πρώιος συνελέγετο ἐς Σάμον · αἳ δὲ τῶν νεῶν καὶ ἐχειμέρισαν αὐτοῦ · Περσέων δὲ καὶ Μήδων οἱ πλεῦνες ἐπεβάτευον . στρατηγοὶ δέ σφι ἐπῆλθον Μαρδόντης τε Βαγαίου καὶ Ἀρταΰντης Ἀρταχαίεω · συνῆρχε δὲ τούτοισι καὶ ἀδελφιδέος αὐτοῦ Ἀρταΰντεω προσελομένου Ἰθαμίτρης . ἅτε δὲ μεγάλως πληγέντες , οὐ προήισαν ἀνωτέρω τὸ πρὸς ἑσπέρης , οὐδ’ ἐπηνάγκαζε οὐδείς , ἀλλ’ ἐν τῇ Σάμῳ κατήμενοι ἐφύλασσον τὴν Ἰωνίην μὴ ἀποστῇ , νέας ἔχοντες σὺν τῇσι Ἰάσι τριηκοσίας . οὐ μὲν οὐδὲ προσεδέκοντο τοὺς Ἕλληνας ἐλεύσεσθαι ἐς τὴν Ἰωνίην ἀλλ’ ἀποχρήσειν σφι τὴν ἑωυτῶν φυλάσσειν , σταθμεύμενοι ὅτι σφέας οὐκ ἐπεδίωξαν φεύγοντας ἐκ Σαλαμῖνος ἀλλ’ ἄσμενοι ἀπαλλάσσοντο . κατὰ μέν νυν τὴν θάλασσαν ἑσσωμένοι ἦσαν τῷ θυμῷ , πεζῇ δὲ ἐδόκεον πολλῷ κρατήσειν τὸν Μαρδόνιον .