8.128 ἐπάιστος δὲ ἐγένετο Τιμόξεινος προδιδοὺς τὴν Ποτίδαιαν · τοξεύων γὰρ Ἀρτάβαζος ἐς τὸ συγκείμενον , ἁμαρτὼν τοῦ χωρίου τούτου βάλλει ἀνδρὸς Ποτιδαιήτεω τὸν ὦμον , τὸν δὲ βληθέντα περιέδραμε ὅμιλος , οἷα φιλέει γίνεσθαι ἐν πολέμῳ , οἳ αὐτίκα τὸ τόξευμα λαβόντες ὡς ἔμαθον τὸ βυβλίον , ἔφερον ἐπὶ τοὺς στρατηγούς · παρῆν δὲ καὶ τῶν ἄλλων Παλληναίων συμμαχίν . τοῖσι δὲ στρατηγοῖσι ἐπιλεξαμένοισι τὸ βυβλίον καὶ μαθοῦσι τὸν αἴτιον τῆς προδοσίης ἔδοξε μὴ καταπλῆξαι Τιμόξεινον προδοσίῃ τῆς Σκιωναίων πόλιος εἵνεκα , μὴ νομιζοίατο εἶναι Σκιωναῖοι ἐς τὸν μετέπειτα χρόνον αἰεὶ προδόται .
8.129 μὲν δὴ τοιούτῳ τρόπῳ ἐπάιστος ἐγεγόνεε · Ἀρταβάζῳ δὲ ἐπειδὴ πολιορκέοντι ἐγεγόνεσαν τρεῖς μῆνες , γίνεται ἄμπωτις τῆς θαλάσσης μεγάλη καὶ χρόνον ἐπὶ πολλόν . ἰδόντες δὲ οἱ βάρβαροι τέναγος γενόμενον παρήισαν ἐς τὴν Παλλήνην . ὡς δὲ τὰς δύο μὲν μοίρας διοδοιπορήκεσαν , ἔτι δὲ τρεῖς ὑπόλοιποι ἦσαν , τὰς διελθόντας χρῆν εἶναι ἔσω ἐν τῇ Παλλήνῃ , ἐπῆλθε πλημμυρὶς τῆς θαλάσσης μεγάλη , ὅση οὐδαμά κω , ὡς οἱ ἐπιχώριοι λέγουσι , πολλάκις γινομένη . οἱ μὲν δὴ νέειν αὐτῶν οὐκ ἐπιστάμενοι διεφθείροντο , τοὺς δὲ ἐπισταμένους οἱ Ποτιδαιῆται ἐπιπλώσαντες πλοίοισι ἀπώλεσαν .