8.126 ὡς δὲ μὲν ἦν ἐν τῇ Ἀσίῃ , δὲ ὀπίσω πορευόμενος κατὰ τὴν Παλλήνην ἐγίνετο , ἅτε Μαρδονίου τε χειμερίζοντος περὶ Θεσσαλίην τε καὶ Μακεδονίην καὶ οὐδέν κω κατεπείγοντος ἥκειν ἐς τὸ ἄλλο στρατόπεδον , οὐκ ἐδικαίου ἐντυχὼν ἀπεστεῶσι Ποτιδαιήτῃσι μὴ οὐκ ἐξανδραποδίσασθαι σφέας . οἱ γὰρ Ποτιδαιῆται , ὡς βασιλεὺς παρεξεληλάκεε καὶ ναυτικὸς τοῖσι Πέρσῃσι οἰχώκεε φεύγων ἐκ Σαλαμῖνος , ἐκ τοῦ φανεροῦ ἀπέστασαν ἀπὸ τῶν βαρβάρων · ὣς δὲ καὶ οἱ ἄλλοι οἱ τὴν Παλλήνην ἔχοντες .
8.127 ἐνθαῦτα δὴ Ἀρτάβαζος ἐπολιόρκεε τὴν Ποτίδαιαν . ὑποπτεύσας δὲ καὶ τοὺς Ὀλυνθίους ἀπίστασθαι ἀπὸ βασιλέος , καὶ ταύτην ἐπολιόρκεε · εἶχον δὲ αὐτὴν Βοττιαῖοι ἐκ τοῦ Θερμαίου κόλπου ἐξαναστάντες ὑπὸ Μακεδόνων . ἐπεὶ δὲ σφέας εἷλε πολιορκέων , κατέσφαξε ἐξαγαγὼν ἐς λίμνην , τὴν δὲ πόλιν παραδιδοῖ Κριτοβούλῳ Τορωναίῳ ἐπιτροπεύειν καὶ τῷ Χαλκιδικῷ γένεϊ , καὶ οὕτω Ὄλυνθον Χαλκιδέες ἔσχον .
8.128 ἐξελὼν δὲ ταύτην Ἀρτάβαζος τῇ Ποτιδαίῃ ἐντεταμένως προσεῖχε · προσέχοντι δέ οἱ προθύμως συντίθεται προδοσίην Τιμόξεινος τῶν Σκιωναίων στρατηγός , ὅντινα μὲν τρόπον ἀρχήν , ἔγωγε οὐκ ἔχω εἰπεῖν ʹοὐ γὰρ ὦν λέγεταἰ , τέλος μέντοι τοιάδε ἐγίνετο · ὅκως βυβλίον γράψειε Τιμόξεινος ἐθέλων παρὰ Ἀρτάβαζον πέμψαι Ἀρτάβαζος παρὰ Τιμόξεινον , τοξεύματος παρὰ τὰς γλυφίδας περιειλίξαντες καὶ πτερώσαντες τὸ βυβλίον ἐτόξευον ἐς συγκείμενον χωρίον .