8.124 ὅτι δὲ νικῶν οὐκ ἐτιμήθη πρὸς τῶν ἐν Σαλαμῖνι ναυμαχησάντων , αὐτίκα μετὰ ταῦτα ἐς Λακεδαίμονα ἀπίκετο θέλων τιμηθῆναι · καὶ μιν Λακεδαιμόνιοι καλῶς μὲν ὑπεδέξαντο , μεγάλως δὲ ἐτίμησαν . ἀριστήια μέν νυν ἔδοσαν { ... } Εὐρυβιάδῃ ἐλαίης στέφανον , σοφίης δὲ καὶ δεξιότητος Θεμιστοκλέι καὶ τούτῳ στέφανον ἐλαίης · ἐδωρήσαντό τέ μιν ὄχῳ τῷ ἐν Σπάρτῃ καλλιστεύσαντι . αἰνέσαντες δὲ πολλά , προέπεμψαν ἀπιόντα τριηκόσιοι Σπαρτιητέων λογάδες , οὗτοι οἵ περ ἱππέες καλέονται , μέχρι οὔρων τῶν Τεγεητικῶν . μοῦνον δὴ τοῦτον πάντων ἀνθρώπων τῶν ἡμεῖς ἴδμεν Σπαρτιῆται προέπεμψαν .
8.125 ὡς δὲ ἐκ τῆς Λακεδαίμονος ἀπίκετο ἐς τὰς Ἀθήνας , ἐνθαῦτα Τιμόδημος Ἀφιδναῖος τῶν ἐχθρῶν μὲν τῶν Θεμιστοκλέος ἐών , ἄλλως δὲ οὐ τῶν ἐπιφανέων ἀνδρῶν , φθόνῳ καταμαργέων ἐνείκεε τὸν Θεμιστοκλέα , τὴν ἐς Λακεδαίμονα ἄπιξιν προφέρων , ὡς διὰ τὰς Ἀθήνας ἔχοι τὰ γέρεα τὰ παρὰ Λακεδαιμονίων , ἀλλ’ οὐ δι’ ἑωυτόν . δέ , ἐπείτε οὐκ ἐπαύετο λέγων ταῦτα Τιμόδημος , εἶπε ʹ οὕτω ἔχει τοι · οὔτ’ ἂν ἐγὼ ἐὼν Βελβινίτης ἐτιμήθην οὕτω πρὸς Σπαρτιητέων , οὔτ’ ἂν σὺ , ὤνθρωπε , ἐὼν Ἀθηναῖος . ʹ ταῦτα μέν νυν ἐς τοσοῦτο ἐγένετο .
8.126 Ἀρτάβαζος δὲ Φαρνάκεος ἀνὴρ ἐν Πέρσῃσι λόγιμος καὶ πρόσθε ἐών , ἐκ δὲ τῶν Πλαταιικῶν καὶ μᾶλλον ἔτι γενόμενος , ἔχων ἓξ μυριάδας στρατοῦ τοῦ Μαρδόνιος ἐξελέξατο , προέπεμπε βασιλέα μέχρι τοῦ πόρου .