8.121 μετὰ δὲ τοῦτο διεδάσαντο τὴν ληίην καὶ τὰ ἀκροθίνια ἀπέπεμψαν ἐς Δελφούς , ἐκ τῶν ἐγένετο ἀνδριὰς ἔχων ἐν τῇ χειρὶ ἀκρωτήριον νεός , ἐὼν μέγαθος δυώδεκα πηχέων · ἕστηκε δὲ οὗτος τῇ περ Μακεδὼν Ἀλέξανδρος χρύσεος .
8.122 πέμψαντες δὲ ἀκροθίνια οἱ Ἕλληνες ἐς Δελφοὺς ἐπειρώτων τὸν θεὸν κοινῇ εἰ λελάβηκε πλήρεα καὶ ἀρεστὰ τὰ ἀκροθίνια . δὲ παρ’ Ἑλλήνων μὲν τῶν ἄλλων ἔφησε ἔχειν , παρὰ Αἰγινητέων δὲ οὔ , ἀλλὰ ἀπαίτεε αὐτοὺς τὰ ἀριστήια τῆς ἐν Σαλαμῖνι ναυμαχίης . Αἰγινῆται δὲ πυθόμενοι ἀνέθεσαν ἀστέρας χρυσέους , οἳ ἐπὶ ἱστοῦ χαλκέου ἑστᾶσι τρεῖς ἐπὶ τῆς γωνίης , ἀγχοτάτω τοῦ Κροίσου κρητῆρος .
8.123 μετὰ δὲ τὴν διαίρεσιν τῆς ληίης ἔπλεον οἱ Ἕλληνες ἐς τὸν Ἰσθμὸν ἀριστήια δώσοντες τῷ ἀξιωτάτῳ γενομένῳ Ἑλλήνων ἀνὰ τὸν πόλεμον τοῦτον . ὡς δὲ ἀπικόμενοι οἱ στρατηγοὶ διένεμον τὰς ψήφους ἐπὶ τοῦ Ποσειδέωνος τῷ βωμῷ , τὸν πρῶτον καὶ τὸν δεύτερον κρίνοντες ἐκ πάντων , ἐνθαῦτα πᾶς τις αὐτῶν ἑωυτῷ ἐτίθετο τὴν ψῆφον , αὐτὸς ἕκαστος δοκέων ἄριστος γενέσθαι , δεύτερα δὲ οἱ πολλοὶ συνεξέπιπτον Θεμιστοκλέα κρίνοντες . οἳ μὲν δὴ ἐμουνοῦντο , Θεμιστοκλέης δὲ δευτερείοισι ὑπερεβάλλετο πολλόν .
8.124 οὐ βουλομένων δὲ ταῦτα κρίνειν τῶν Ἑλλήνων φθόνῳ , ἀλλ’ ἀποπλεόντων ἑκάστων ἐς τὴν ἑωυτῶν ἀκρίτων , ὅμως Θεμιστοκλέης ἐβώσθη τε καὶ ἐδοξώθη εἶναι ἀνὴρ πολλὸν Ἑλλήνων σοφώτατος ἀνὰ πᾶσαν τὴν Ἑλλάδα .