8.119 οὗτος δὲ ἄλλος λέγεται λόγος περὶ τοῦ Ξέρξεω νόστου , οὐδαμῶς ἔμοιγε πιστὸς οὔτε ἄλλως οὔτε τὸ Περσέων τοῦτο πάθος · εἰ γὰρ δὴ ταῦτα οὕτω εἰρέθη ἐκ τοῦ κυβερνήτεω πρὸς Ξέρξην , ἐν μυρίῃσι γνώμῃσι μίαν οὐκ ἔχω ἀντίξοον μὴ οὐκ ἂν ποιῆσαι βασιλέα τοιόνδε , τοὺς μὲν ἐπὶ τοῦ καταστρώματος καταβιβάσαι ἐς κοίλην νέα ἐόντας Πέρσας καὶ Περσέων τοὺς πρώτους , τῶν δ’ ἐρετέων ἐόντων Φοινίκων ὅκως οὐκ ἂν ἴσον πλῆθος τοῖσι Πέρσῃσι ἐξέβαλε ἐς τὴν θάλασσαν . ἀλλ’ μέν , ὡς καὶ πρότερόν μοι εἴρηται , ὁδῷ χρεώμενος ἅμα τῷ ἄλλῳ στρατῷ ἀπενόστησε ἐς τὴν Ἀσίην .
8.120 μέγα δὲ καὶ τόδε μαρτύριον · φαίνεται γὰρ Ξέρξης ἐν τῇ ὀπίσω κομιδῇ ἀπικόμενος ἐς Ἄβδηρα καὶ ξεινίην τέ σφι συνθέμενος καὶ δωρησάμενος αὐτοὺς ἀκινάκῃ τε χρυσέῳ καὶ τιήρῃ χρυσοπάστῳ . καὶ ὡς αὐτοὶ λέγουσι Ἀβδηρῖται , λέγοντες ἔμοιγε οὐδαμῶς πιστά , πρῶτον ἐλύσατο τὴν ζώνην φεύγων ἐξ Ἀθηνέων ὀπίσω , ὡς ἐν ἀδείῃ ἐών . τὰ δὲ Ἄβδηρα ἵδρυται πρὸς τοῦ Ἑλλησπόντου μᾶλλον τοῦ Στρυμόνος καὶ τῆς Ἠιόνος , ὅθεν δή μιν φασὶ ἐπιβῆναι ἐπὶ τὴν νέα .
8.121 οἱ δὲ Ἕλληνες ἐπείτε οὐκ οἷοί τε ἐγίνοντο ἐξελεῖν τὴν Ἄνδρον , τραπόμενοι ἐς Κάρυστον καὶ δηιώσαντες αὐτῶν τὴν χώρην ἀπαλλάσσοντο ἐς Σαλαμῖνα . πρῶτα μέν νυν τοῖσι θεοῖσι ἐξεῖλον ἀκροθίνια ἄλλα τε καὶ τριήρεας τρεῖς Φοινίσσας , τὴν μὲν ἐς Ἰσθμὸν ἀναθεῖναι , περ ἔτι καὶ ἐς ἐμὲ ἦν , τὴν δὲ ἐπὶ Σούνιον , τὴν δὲ τῷ Αἴαντι αὐτοῦ ἐς Σαλαμῖνα .