8.118 πλέοντα δέ μιν ἄνεμον Στρυμονίην ὑπολαβεῖν μέγαν καὶ κυματίην . καὶ δὴ μᾶλλον γάρ τι χειμαίνεσθαι γεμούσης τῆς νεός , ὥστε ἐπὶ τοῦ καταστρώματος ἐπεόντων συχνῶν Περσέων τῶν σὺν Ξέρξῃ κομιζομένων , ἐνθαῦτα ἐς δεῖμα πεσόντα τὸν βασιλέα εἰρέσθαι βώσαντα τὸν κυβερνήτην εἴ τις ἐστί σφι σωτηρίη , καὶ τὸν εἶπαι ʹ δέσποτα , οὐκ ἔστι οὐδεμία , εἰ μὴ τούτων ἀπαλλαγή τις γένηται τῶν πολλῶν ἐπιβατέων . ʹ καὶ Ξέρξην λέγεται ἀκούσαντα ταῦτα εἰπεῖν ʹ ἄνδρες Πέρσαι , νῦν τις διαδεξάτω ὑμέων βασιλέος κηδόμενος · ἐν ὑμῖν γὰρ οἶκε εἶναι ἐμοὶ σωτηρίη . ʹ τὸν μὲν ταῦτα λέγειν , τοὺς δὲ προσκυνέοντας ἐκπηδᾶν ἐς τὴν θάλασσαν , καὶ τὴν νέα ἐπικουφισθεῖσαν οὕτω δὴ ἀποσωθῆναι ἐς τὴν Ἀσίην . ὡς δὲ ἐκβῆναι τάχιστα ἐς γῆν τὸν Ξέρξην , ποιῆσαι τοιόνδε · ὅτι μὲν ἔσωσε βασιλέος τὴν ψυχήν , δωρήσασθαι χρυσέῃ στεφάνῃ τὸν κυβερνήτην , ὅτι δὲ Περσέων πολλοὺς ἀπώλεσε , ἀποταμεῖν τὴν κεφαλὴν αὐτοῦ .