8.116 ἔνθα καὶ τῶν Βισαλτέων βασιλεὺς γῆς τε τῆς Κρηστωνικῆς Θρῆιξ ἔργον ὑπερφυὲς ἐργάσατο · ὃς οὔτε αὐτὸς ἔφη τῷ Ξέρξῃ ἑκὼν εἶναι δουλεύσειν , ἀλλ’ οἴχετο ἄνω ἐς τὸ ὄρος τὴν Ῥοδόπην , τοῖσί τε παισὶ ἀπηγόρευε μὴ στρατεύεσθαι ἐπὶ τὴν Ἑλλάδα . οἳ δὲ ἀλογήσαντες , ἄλλως σφι θυμὸς ἐγένετο θεήσασθαι τὸν πόλεμον , ἐστρατεύοντο ἅμα τῷ Πέρσῃ · ἐπεὶ δὲ ἀνεχώρησαν ἀσινέες πάντες ἓξ ἐόντες , ἐξώρυξε αὐτῶν πατὴρ τοὺς ὀφθαλμοὺς διὰ τὴν αἰτίην ταύτην .
8.117 καὶ οὗτοι μὲν τοῦτον τὸν μισθὸν ἔλαβον , οἱ δὲ Πέρσαι ὡς ἐκ τῆς Θρηίκης πορευόμενοι ἀπίκοντο ἐπὶ τὸν πόρον , ἐπειγόμενοι τὸν Ἑλλήσποντον τῇσι νηυσὶ διέβησαν ἐς Ἄβυδον · τὰς γὰρ σχεδίας οὐκ εὗρον ἔτι ἐντεταμένας ἀλλ’ ὑπὸ χειμῶνος διαλελυμένας . ἐνθαῦτα δὲ κατεχόμενοι σιτία τε πλέω κατ’ ὁδὸν ἐλάγχανον , καὶ οὐδένα τε κόσμον ἐμπιπλάμενοι καὶ ὕδατα μεταβάλλοντες ἀπέθνησκον τοῦ στρατοῦ τοῦ περιεόντος πολλοί . οἱ δὲ λοιποὶ ἅμα Ξέρξη ἀπικνέονται ἐς Σάρδις .
8.118 ἔστι δὲ καὶ ἄλλος ὅδε λόγος λεγόμενος , ὡς ἐπειδὴ Ξέρξης ἀπελαύνων ἐξ Ἀθηνέων ἀπίκετο ἐπ’ Ἠιόνα τὴν ἐπὶ Στρυμόνι , ἐνθεῦτεν οὐκέτι ὁδοιπορίῃσι διεχρᾶτο , ἀλλὰ τὴν μὲν στρατιὴν Ὑδάρνεϊ ἐπιτράπει ἀπάγειν ἐς τὸν Ἑλλήσποντον , αὐτὸς δ’ ἐπὶ νεὸς Φοινίσσης ἐπιβὰς ἐκομίζετο ἐς τὴν Ἀσίην .