8.114 ʹ βασιλεῦ Μήδων , Λακεδαιμόνιοί τέ σε καὶ Ἡρακλεῖδαι οἱ ἀπὸ Σπάρτης αἰτέουσι φόνου δίκας , ὅτι σφέων τὸν βασιλέα ἀπέκτεινας ῥυόμενον τὴν Ἑλλάδα . ʹ δὲ γελάσας τε καὶ κατασχὼν πολλὸν χρόνον , ὥς οἱ ἐτύγχανε παρεστεὼς Μαρδόνιος , δεικνὺς ἐς τοῦτον εἶπε ʹ τοιγὰρ σφι Μαρδόνιος ὅδε δίκας δώσει τοιαύτας οἵας ἐκείνοισι πρέπει . ʹ
8.115 μὲν δὴ δεξάμενος τὸ ῥηθὲν ἀπαλλάσσετο , Ξέρξης δὲ Μαρδόνιον ἐν Θεσσαλίῃ καταλιπὼν αὐτὸς ἐπορεύετο κατὰ τάχος ἐς τὸν Ἑλλήσποντον , καὶ ἀπικνέεται ἐς τὸν πόρον τῆς διαβάσιος ἐν πέντε καὶ τεσσεράκοντα ἡμέρῃσι , ἀπάγων τῆς στρατιῆς οὐδὲν μέρος ὡς εἰπεῖν . ὅκου δὲ πορευόμενοι γινοίατο καὶ κατ’ οὕστινας ἀνθρώπους , τὸν τούτων καρπὸν ἁρπάζοντες ἐσιτέοντο · εἰ δὲ καρπὸν μηδένα εὕροιεν , οἳ δὲ τὴν ποίην τὴν ἐκ τῆς γῆς ἀναφυομένην καὶ τῶν δενδρέων τὸν φλοιὸν περιλέποντες καὶ τὰ φύλλα καταδρέποντες κατήσθιον , ὁμοίως τῶν τε ἡμέρωι καὶ τῶν ἀγρίων , καὶ ἔλειπον οὐδέν · ταῦτα δ’ ἐποίεον ὑπὸ λιμοῦ . ἐπιλαβὼν δὲ λοιμός τε τὸν στρατὸν καὶ δυσεντερίη κατ’ ὁδὸν ἔφθειρε . τοὺς δὲ καὶ νοσέοντας αὐτῶν κατέλειπε , ἐπιτάσσων τῇσι πόλισι , ἵνα ἑκάστοτε γίνοιτο ἐλαύνων , μελεδαίνειν τε καὶ τρέφειν , ἐν Θεσσαλίῃ τε τινὰς καὶ ἐν Σίρι τῆς Παιονίης καὶ ἐν Μακεδονίῃ . ἔνθα καὶ τὸ ἱρὸν ἅρμα καταλιπὼν τοῦ Διός , ὅτε ἐπὶ τὴν Ἑλλάδα ἤλαυνε , ἀπιὼν οὐκ ἀπέλαβε , ἀλλὰ δόντες οἱ Παίονες τοῖσι Θρήιξι ἀπαιτέοντος Ξέρξεω ἔφασαν νεμομένας ἁρπασθῆναι ὑπὸ τῶν ἄνω Θρηίκων τῶν περὶ τὰς πηγὰς τοῦ Στρυμόνος οἰκημένων .