8.113 ὡς δὲ ἀπίκατο ἐς τὴν Θεσσαλίην , ἐνθαῦτα Μαρδόνιος ἐξελέγετο πρώτους μὲν τοὺς Πέρσας πάντας τοὺς ἀθανάτους καλεομένους , πλὴν Ὑδάρνεος τοῦ στρατηγοῦ ʹοὗτος γὰρ οὐκ ἔφη λείψεσθαι βασιλέοσ̓ , μετὰ δὲ τῶν ἄλλων Περσέων τοὺς θωρηκοφόρους καὶ τὴν ἵππον τὴν χιλίην , καὶ Μήδους τε καὶ Σάκας καὶ Βακτρίους τε καὶ Ἰνδούς , καὶ τὸν πεζὸν καὶ τὴν ἄλλην ἵππον . ταῦτα μὲν ἔθνεα ὅλα εἵλετο , ἐκ δὲ τῶν ἄλλων συμμάχων ἐξελέγετο κατ’ ὀλίγους , τοῖσι εἴδεά τε ὑπῆρχε διαλέγων καὶ εἰ τεοῖσι τι χρηστὸν συνῄδεε πεποιημένον · ἓν δὲ πλεῖστον ἔθνος Πέρσας αἱρέετο , ἄνδρας στρεπτοφόρους τε καὶ ψελιοφόρους , ἐπὶ δὲ Μήδους · οὗτοι δὲ τὸ πλῆθος μὲν οὐκ ἐλάσσονες ἦσαν τῶν Περσέων , ῥώμῃ δὲ ἥσσονες . ὥστε σύμπαντας τριήκοντα μυριάδας γενέσθαι σὺν ἱππεῦσι .
8.114 ἐν δὲ τούτῳ τῷ χρόνῳ , ἐν τῷ Μαρδόνιός τε τὴν στρατιὴν διέκρινε καὶ Ξέρξης ἦν περὶ Θεσσαλίην , χρηστήριον ἐληλύθεε ἐκ Δελφῶν Λακεδαιμονίοισι , Ξέρξην αἰτέειν δίκας τοῦ Λεωνίδεω φόνου καὶ τὸ διδόμενον ἐξ ἐκείνου δέκεσθαι . πέμπουσι δὴ κήρυκα τὴν ταχίστην Σπαρτιῆται , ὃς ἐπειδὴ κατέλαβε ἐοῦσαν ἔτι πᾶσαν τὴν στρατιὴν ἐν Θεσσαλίῃ , ἐλθὼν ἐς ὄψιν τὴν Ξέρξεω ἔλεγε τάδε .